ΓΟ. Πραξινόα, πόταγ᾽ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
80 ΠΡ. πότνι᾽ Ἀθαναία, ποῖαί σφ᾽ ἐπόνασαν ἔριθοι,
ποῖοι ζωογράφοι τἀκριβέα γράμματ᾽ ἔγραψαν.
ὡς ἔτυμ᾽ ἑστάκαντι καὶ ὡς ἔτυμ᾽ ἐνδινεῦντι,
ἔμψυχ᾽, οὐκ ἐνυφαντά. σοφόν τι χρῆμ᾽ ἄνθρωπος.
αὐτὸς δ᾽ ὡς θαητὸς ἐπ᾽ ἀργυρέας κατάκειται
85 κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,
ὁ τριφίλητος Ἄδωνις, ὁ κἠν Ἀχέροντι φιληθείς.
ΕΤΕΡΟΣ ΞΕΝΟΣ
παύσασθ᾽, ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι,
τρυγόνες· ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
ΠΡ. μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
90 πασάμενος ἐπίτασσε· Συρακοσίαις ἐπιτάσσεις.
ὡς εἰδῇς καὶ τοῦτο, Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ ὁ Βελλεροφῶν. Πελοποννασιστὶ λαλεῦμες,
Δωρίσδειν δ᾽ ἔξεστι, δοκῶ, τοῖς Δωριέεσσι.
μὴ φύη, Μελιτῶδες, ὃς ἁμῶν καρτερὸς εἴη,
95 πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.
ΓΟ. σίγη, Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
ἁ τᾶς Ἀργείας θυγάτηρ, πολύιδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
φθεγξεῖταί τι, σάφ᾽ οἶδα, καλόν· διαχρέμπτεται ἤδη.
|