ΚΑ. ἰοὺ ἰού, ὢ ὢ κακά.
1215 ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις ‹δυσφροιμίοις›.
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220 χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς·
σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος,
πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινά,
λέοντ᾽ ἄναλκιν, ἐν λέχει στρωφώμενον
1225 οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ—
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
νεῶν τ᾽ ἄπαρχος Ἰλίου τ᾽ ἀναστάτης
οὐκ οἶδεν οἵα γλῶσσα, μισητῆς κυνὸς
λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην,
1230 ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ.
τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεύς·
ἔστιν—τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
1235 † θύουσαν Ἅιδου μητέρ᾽ † ἄσπονδόν τ᾽ Ἄρη
φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο
ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
1240 τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν τάχει παρὼν
ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
ΧΟ. τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει
κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1245 τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
ΚΑ. Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.
ΧΟ. εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
ΚΑ. ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.
ΧΟ. οὔκ, εἴπερ ἔσται γ᾽· ἀλλὰ μὴ γένοιτό πως.
1250 ΚΑ. σὺ μὲν κατεύχῃ, τοῖς δ᾽ ἀποκτείνειν μέλει.
ΧΟ. τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος πορσύνεται;
ΚΑ. ἦ κάρτα χρησμῶν παρεκόπης ἐμῶν ἄρα.
ΧΟ. τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.
ΚΑ. καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.
1255 ΧΟ. καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ᾽ ὅμως.
|