[16.8] Πόθεν οὖν βούλῃ, ἔφη, ὦ Σώκρατες, ἄρξωμαί σε τῆς γεωργίας ὑπομιμνῄσκειν; οἶδα γὰρ ὅτι ἐπισταμένῳ σοι πάνυ πολλὰ φράσω ὡς δεῖ γεωργεῖν. [16.9] Ἐκεῖνό μοι δοκῶ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, πρῶτον ἂν ἡδέως μανθάνειν (φιλοσόφου γὰρ μάλιστά ἐστιν ἀνδρός) ὅπως ἂν ἐγώ, εἰ βουλοίμην, γῆν ἐργαζόμενος πλείστας κριθὰς καὶ πλείστους πυροὺς λαμβάνοιμι. [16.10] Οὐκοῦν τοῦτο μὲν οἶσθα, ὅτι τῷ σπόρῳ νεὸν δεῖ ὑπεργάζεσθαι; [16.11] Οἶδα γάρ, ἔφην ἐγώ. Εἰ οὖν ἀρχοίμεθα, ἔφη, ἀροῦν τὴν γῆν χειμῶνος; Ἀλλὰ πηλὸς ἂν εἴη, ἐγὼ ἔφην. Ἀλλὰ τοῦ θέρους σοι δοκεῖ; Σκληρά, ἔφην ἐγώ, ἡ γῆ ἔσται κινεῖν τῷ ζεύγει. [16.12] Κινδυνεύει ἔαρος, ἔφη, εἶναι τούτου τοῦ ἔργου ἀρκτέον. Εἰκὸς γάρ, ἔφην ἐγώ, ἐστι μάλιστα χεῖσθαι τὴν γῆν τηνικαῦτα κινουμένην. Καὶ τὴν πόαν γε ἀναστρεφομένην, ἔφη, ὦ Σώκρατες, τηνικαῦτα κόπρον μὲν τῇ γῇ ἤδη παρέχειν, καρπὸν δ᾽ οὔπω καταβαλεῖν ὥστε φύεσθαι. [16.13] οἶμαι γὰρ δὴ καὶ τοῦτό σ᾽ ἔτι γιγνώσκειν, ὅτι εἰ μέλλει ἀγαθὴ ἡ νεὸς ἔσεσθαι, ὕλης τε καθαρὰν αὐτὴν εἶναι δεῖ καὶ ὀπτὴν ὅτι μάλιστα πρὸς τὸν ἥλιον. Πάνυ γε, ἔφην ἐγώ, καὶ ταῦτα οὕτως ἡγοῦμαι χρῆναι ἔχειν. [16.14] Ταῦτ᾽ οὖν, ἔφη, σὺ ἄλλως πως νομίζεις μᾶλλον ἂν γίγνεσθαι ἢ εἰ ἐν τῷ θέρει ὅτι πλειστάκις μεταβάλοι τις τὴν γῆν; Οἶδα μὲν οὖν, ἔφην, ἀκριβῶς ὅτι οὐδαμῶς ἂν μᾶλλον ἡ μὲν ὕλη ἐπιπολάζοι καὶ αὐαίνοιτο ὑπὸ τοῦ καύματος, ἡ δὲ γῆ ὀπτῷτο ὑπὸ τοῦ ἡλίου, ἢ εἴ τις αὐτὴν ἐν μέσῳ τῷ θέρει καὶ ἐν μέσῃ τῇ ἡμέρᾳ κινοίη τῷ ζεύγει. [16.15] Εἰ δὲ ἄνθρωποι σκάπτοντες τὴν νεὸν ποιοῖεν, ἔφη, οὐκ εὔδηλον ὅτι καὶ τούτους δίχα δεῖ ποιεῖν τὴν γῆν καὶ τὴν ὕλην; Καὶ τὴν μέν γε ὕλην, ἔφην ἐγώ, καταβάλλειν, ὡς αὐαίνηται, ἐπιπολῆς, τὴν δὲ γῆν στρέφειν, ὡς ἡ ὠμὴ αὐτῆς ὀπτᾶται.
|