ΠΙ. δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς
1270οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.
ΚΗΡΥΞ
ὦ Πισθέταιρ᾽, ὦ μακάρι᾽, ὦ σοφώτατε,
ὦ κλεινότατ᾽, ὦ σοφώτατ᾽, ὦ γλαφυρώτατε,
ὦ τρισμακάρι᾽, ὦ— κατακέλευσον. ΠΙ. τί σὺ λέγεις;
ΚΗ. στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
1275στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.
ΠΙ. δέχομαι. τί δ᾽ οὕτως οἱ λεῲ τιμῶσί με;
ΚΗ. ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,
οὐκ οἶσθ᾽ ὅσην τιμὴν παρ᾽ ἀνθρώποις φέρει,
ὅσους τ᾽ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
1280πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,
ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
ἐκόμων, ἐπείνων, ἐρρύπων, ἐσωκράτων,
σκυτάλι᾽ ἐφόρουν· νῦν δ᾽ ὑποστρέψαντες αὖ
ὀρνιθομανοῦσι, πάντα δ᾽ ὑπὸ τῆς ἡδονῆς
1285ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι.
πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
ἐπέτονθ᾽ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν·
κἀκεῖθεν ἂν κατῇρον εἰς τὰ βιβλία·
εἶτ᾽ ἂν ἐνέμοντ᾽ ἐνταῦθα τὰ ψηφίσματα.
1290ὠρνιθομάνουν δ᾽ οὕτω περιφανῶς ὥστε καὶ
πολλοῖσιν ὀρνίθων ὀνόματ᾽ ἦν κείμενα.
Πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο
χωλός, Μενίππῳ δ᾽ ἦν Χελιδὼν τοὔνομα,
Ὀπουντίῳ δ᾽ ὀφθαλμὸν οὐκ ἔχων Κόραξ,
1295Κορυδὸς Φιλοκλέει, Χηναλώπηξ Θεογένει,
Ἶβις Λυκούργῳ, Χαιρεφῶντι Νυκτερίς,
Συρακοσίῳ δὲ Κίττα· Μειδίας δέ τοι
Ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι
ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.
1300ᾖδον δ᾽ ὑπὸ φιλορνιθίας πάντες μέλη,
ὅπου χελιδὼν ἦν τις ἐμπεποημένη
ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ
ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.
τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω·
1305ἥξουσ᾽ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μυρίοι
πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων.
ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.
ΠΙ. οὐ τἄρα μὰ Δί᾽ ἡμῖν ἔτ᾽ ἔργον ἑστάναι.
ἀλλ᾽ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους
1310καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν·
μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά·
ἐγὼ δ᾽ ἐκείνων τοὺς προσιόντας δέξομαι.
|