ΔΗ. πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
καταγομένοις τὸν μισθὸν ἀποδώσω ᾽ντελῆ.
ΑΛ. πολλοῖς γ᾽ ὑπολίσποις πυγιδίοισιν ἐχαρίσω.
ΔΗ. ἔπειθ᾽ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
1370οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
ἀλλ᾽ οὗπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
ΑΛ. τοῦτ᾽ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
ΔΗ. οὐδ᾽ ἀγοράσει γ᾽ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
ΑΛ. ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
1375ΔΗ. τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
«σοφός γ᾽ ὁ Φαίαξ δεξιῶς τ᾽ οὐκ ἀπέθανεν.
Συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
1380καταληπτικός τ᾽ ἄριστα τοῦ θορυβητικοῦ.»
ΑΛ. οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
ΔΗ. μὰ Δί᾽, ἀλλ᾽ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
ΑΛ. ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν
1385καὶ παῖδ᾽ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν πόει.
ΔΗ. μακάριος εἰς τἀρχαῖα δὴ καθίσταμαι.
ΑΛ. φήσεις γ᾽, ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. δεῦρ᾽ ἴθ᾽, αἱ Σπονδαί, ταχύ.
1390ΔΗ. ὦ Ζεῦ πολυτίμηθ᾽, ὡς καλαί. πρὸς τῶν θεῶν,
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
πῶς ἔλαβες αὐτὰς ἐτεόν; ΑΛ. οὐ γὰρ ὁ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
νῦν οὖν ἐγώ σοι παραδίδωμ᾽ εἰς τοὺς ἀγροὺς
1395αὐτὰς ἰέναι λαβόντα. ΔΗ. τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτ᾽ ἔδρασεν, εἴφ᾽ ὅ τι ποήσεις κακόν.
ΑΛ. οὐδὲν μέγ᾽ ἀλλ᾽ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μειγνὺς τοῖς ὀνείοις πράγμασιν,
1400μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
ΔΗ. εὖ γ᾽ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι.
καί σ᾽ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ
1405εἰς τὴν ἕδραν θ᾽, ἵν᾽ ἐκεῖνος ἧσθ᾽ ὁ φαρμακός.
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵν᾽ ἴδωσιν αὐτὸν, οἷς ἐλωβᾶθ᾽, οἱ ξένοι.
|