ΓΟ. θάρσει, Πραξινόα· καὶ δὴ γεγενήμεθ᾽ ὄπισθεν,
τοὶ δ᾽ ἔβαν ἐς χώραν. ΠΡ. καὐτὰ συναγείρομαι ἤδη.
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
60 ΓΟ. ἐξ αὐλᾶς, ὦ μᾶτερ; ΓΡΑΥΣ ἐγών, τέκνα. ΓΟ. εἶτα παρενθεῖν
εὐμαρές; ΓΡ. ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
κάλλισται παίδων· πείρᾳ θην πάντα τελεῖται.
ΓΟ. χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
ΠΡ. πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἀγάγεθ᾽ Ἥραν.
65 ΓΟ. θᾶσαι, Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος
θεσπέσιος. ΠΡ. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τύ,
Εὐνόα, Εὐτυχίδος· πότεχ᾽ αὐτᾶς μὴ ἀποπλαγχθῇς.
πᾶσαι ἅμ᾽ εἰσένθωμες· ἀπρὶξ ἔχευ, Εὐνόα, ἁμῶν.
οἴμοι δειλαία, δίχα μοι τὸ θερίστριον ἤδη
70 ἔσχισται, Γοργοῖ. ποττῶ Διός, εἴ τι γένοιο
εὐδαίμων, ἄνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
ΞΕΝΟΣ
οὐκ ἐπ᾽ ἐμὶν μέν, ὅμως δὲ φυλάξομαι. ΠΡ. ὄχλος ἀλαθέως·
ὠθεῦνθ᾽ ὥσπερ ὕες. ΞΕ. θάρσει, γύναι· ἐν καλῷ εἰμές.
ΠΡ. κἠς ὥρας κἤπειτα, φίλ᾽ ἀνδρῶν, ἐν καλῷ εἴης,
75 ἄμμε περιστέλλων. χρηστῶ κοἰκτίρμονος ἀνδρός.
φλίβεται Εὐνόα ἄμμιν· ἄγ᾽, ὦ δειλὰ τύ, βιάζευ.
κάλλιστ᾽· «ἔνδοι πᾶσαι», ὁ τὰν νυὸν εἶπ᾽ ἀποκλᾴξας.
|