ΦΙ. τίς αὖ παρ᾽ ἄντροις θόρυβος ἵσταται βοῆς;
τί μ᾽ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
1265ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
ΝΕ. θάρσει· λόγους δ᾽ ἄκουσον οὓς ἥκω φέρων.
ΦΙ. δέδοικ᾽ ἔγωγε. καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
1270ΝΕ. οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
ΦΙ. τοιοῦτος ἦσθα τοῖς λόγοισι χὥτε μου
τὰ τόξ᾽ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
ΝΕ. ἀλλ᾽ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν,
1275ἢ πλεῖν μεθ᾽ ἡμῶν. ΦΙ. παῦε, μὴ λέξῃς πέρα.
μάτην γὰρ ἃν εἴπῃς γε πάντ᾽ εἰρήσεται.
ΝΕ. οὕτω δέδοκται; ΦΙ. καὶ πέρα γ᾽ ἴσθ᾽ ἢ λέγω.
ΝΕ. ἀλλ᾽ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
1280κυρῶ, πέπαυμαι. ΦΙ. πάντα γὰρ φράσεις μάτην·
οὐ γάρ ποτ᾽ εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα,
ὅστις γ᾽ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
1285ὄλοισθ᾽, Ἀτρεῖδαι μὲν μάλιστ᾽, ἔπειτα δὲ
ὁ Λαρτίου παῖς, καὶ σύ. ΝΕ. μὴ ᾽πεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
ΦΙ. πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
ΝΕ. ἀπώμοσ᾽ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
1290ΦΙ. ὦ φίλτατ᾽ εἰπών, εἰ λέγεις ἐτήτυμα.
ΝΕ. τοὔργον παρέσται φανερόν. ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
ΟΔ. ἐγὼ δ᾽ ἀπαυδῶ γ᾽, ὡς θεοὶ ξυνίστορες,
ὑπέρ τ᾽ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
1295ΦΙ. τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,
ἐπῃσθόμην; ΟΔ. σάφ᾽ ἴσθι· καὶ πέλας γ᾽ ὁρᾷς,
ὅς σ᾽ ἐς τὰ Τροίας πεδί᾽ ἀποστελῶ βίᾳ,
ἐάν τ᾽ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ.
ΦΙ. ἀλλ᾽ οὔ τι χαίρων, ἢν τόδ᾽ ὀρθωθῇ βέλος.
1300ΝΕ. ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
ΦΙ. μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
ΝΕ. οὐκ ἂν μεθείην. ΦΙ. φεῦ· τί μ᾽ ἄνδρα πολέμιον
ἐχθρόν τ᾽ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
ΝΕ. ἀλλ᾽ οὔτ᾽ ἐμοὶ τοῦτ᾽ ἐστὶν οὔτε σοὶ καλόν.
1305ΦΙ. ἀλλ᾽ οὖν τοσοῦτόν γ᾽ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
|