[219] Ἔτι δ᾽ οὐκ ἔμ᾽ ἔτυπτεν, ἄνδρες Ἀθηναῖοι, μόνον οὗτος οὐδ᾽ ὕβριζε τῇ διανοίᾳ τότε ποιῶν οἷ᾽ ἐποίει, ἀλλὰ πάντας ὅσους περ ἂν οἴηταί τις ἧττον ἐμοῦ δύνασθαι δίκην ὑπὲρ αὑτῶν λαβεῖν. εἰ δὲ μὴ πάντες ἐπαίεσθε μηδὲ πάντες ἐπηρεάζεσθε χορηγοῦντες, ἴστε δήπου τοῦθ᾽ ὅτι οὐδ᾽ ἐχορηγεῖθ᾽ ἅμα πάντες, οὐδὲ δύναιτ᾽ ἄν ποθ᾽ ὑμᾶς οὐδεὶς ἅπαντας μιᾷ χειρὶ προπηλακίσαι. [220] ἀλλ᾽ ὅταν εἷς ὁ παθὼν μὴ λάβῃ δίκην, τόθ᾽ ἕκαστον αὐτὸν χρὴ προσδοκᾶν τὸν πρῶτον μετὰ ταῦτ᾽ ἀδικησόμενον γενήσεσθαι, καὶ μὴ παρορᾶν τὰ τοιαῦτα, μηδ᾽ ἐφ᾽ ἑαυτὸν ἐλθεῖν περιμένειν, ἀλλ᾽ ὡς ἐκ πλείστου φυλάττεσθαι. μισεῖ Μειδίας ἴσως ἐμέ, ὑμῶν δέ γ᾽ ἕκαστον ἄλλος τις. ἆρ᾽ οὖν συγχωρήσαιτ᾽ ἂν τοῦτον, ὅστις ἐστὶν ἕκαστος ὁ μισῶν, κύριον γενέσθαι τοῦ ταῦθ᾽ ἅπερ οὗτος ἐμὲ ὑμῶν ἕκαστον ποιῆσαι; ἐγὼ μὲν οὐκ οἶμαι. μὴ τοίνυν μηδ᾽ ἔμ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε τούτῳ. [221] ὁρᾶτε δέ· αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον, εἷς ἕκαστος ὑμῶν, ὁ μὲν θᾶττον ἴσως, ὁ δὲ σχολαίτερον, οἴκαδ᾽ ἄπεισιν οὐδὲν φροντίζων οὐδὲ μεταστρεφόμενος οὐδὲ φοβούμενος, οὔτ᾽ εἰ φίλος οὔτ᾽ εἰ μὴ φίλος αὑτῷ συντεύξεταί τις, οὐδέ γ᾽ εἰ μέγας ἢ μικρός, [ἢ] ἰσχυρὸς ἢ ἀσθενής, οὐδὲ τῶν τοιούτων οὐδέν. τί δήποτε; ὅτι τῇ ψυχῇ τοῦτ᾽ οἶδε καὶ θαρρεῖ καὶ πεπίστευκε τῇ πολιτείᾳ, μηδέν᾽ ἕλξειν μηδ᾽ ὑβριεῖν μηδὲ τυπτήσειν. [222] εἶτ᾽ ἐφ᾽ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε; καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς; θάρρει νὴ Δία, φήσειέ τις ἄν· οὐ γὰρ ἔτ᾽ οὐδὲν ὑβρισθήσει. ἐὰν δέ, τότ᾽ ὀργιεῖσθε, νῦν ἀφέντες; μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτ᾽ ἐμὲ μήθ᾽ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους. [223] καὶ γὰρ αὐτὸ τοῦτ᾽ εἰ ᾽θέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτ᾽ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θ᾽ ὁποσουσοῦν ἡ πόλις καθίσῃ, οὔτε τῷ μεθ᾽ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτ᾽ ἄν, οὔτε τῷ τὰ σώματ᾽ ἄριστ᾽ ἔχειν καὶ μάλιστ᾽ ἰσχύειν [τοὺς δικάζοντας], οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν. [224] ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; ἆρ᾽ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; οὔ· γράμματα γὰρ γεγραμμέν᾽ ἐστί, καὶ οὐχὶ δύναιντ᾽ ἂν τοῦτο ποιῆσαι. τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν; ὑμεῖς ἐὰν βεβαιῶτ᾽ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. οὐκοῦν οἱ νόμοι θ᾽ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις. [225] δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν, ἐφ᾽ ὅτου περ ἂν λαμβάνηται, καὶ μήτε λῃτουργίας μήτ᾽ ἔλεον μήτ᾽ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι, δι᾽ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην. [226] Ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντ᾽ εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε, καὶ πάνθ᾽ ἃ μίσους ἐστὶ σημεῖ᾽ ἐποιεῖτε, οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρ᾽ ἐμοῦ. εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα, ὠργίζεσθε, προὐκαλεῖσθ᾽ ἐπὶ τιμωρίαν τὸν παθόντα, ἐκροτεῖθ᾽ ὅτε προὐβαλόμην αὐτὸν ἐν τῷ δήμῳ· [227] ἐπειδὴ δ᾽ ἐξελήλεγκται, καὶ προκατέγνωκεν ὁ δῆμος τούτου εἰς ἱερὸν καθεζόμενος, καὶ τἄλλα προσεξήτασται τὰ πεπραγμένα τῷ μιαρῷ τούτῳ, καὶ δικάσοντες εἰλήχατε, καὶ πάντ᾽ ἐστὶν ἐν ὑμῖν μιᾷ ψήφῳ διαπράξασθαι, νῦν ὀκνήσετ᾽ ἐμοὶ βοηθῆσαι, τῷ δήμῳ χαρίσασθαι, τοὺς ἄλλους σωφρονίσαι, μετὰ πολλῆς ἀσφαλείας αὐτοὶ τὸ λοιπὸν διάγειν, παράδειγμα ποιήσαντες τοῦτον τοῖς ἄλλοις; Πάντων οὖν εἵνεκα τῶν εἰρημένων, καὶ μάλιστα τοῦ θεοῦ χάριν περὶ οὗ τὴν ἑορτὴν ἀσεβῶν οὗτος ἑάλωκεν, τὴν ὁσίαν καὶ δικαίαν θέμενοι ψῆφον τιμωρήσασθε τοῦτον.
|