ΧΟ. σμικρὸν δ᾽ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι·
1155τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
τοῖς γελῶσι δ᾽ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ.
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχ᾽. ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160μὴ ᾽πιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
ΘΕ. ὦ, ὦ, ὥρα
δή, φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165ἐπὶ τὸ δεῖπνον ὑπανακινεῖν. Κρητικῶς οὖν τὼ πόδε
καὶ σὺ κίνει. ΒΛ. τοῦτο δρῶ. ΘΕ. καὶ τάσδε νῦν λαγαρὰς ‹ἄγαν›
‹ταχὺ χορείας ὄρσον ὑπάγειν› τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
τάχα γὰρ ἔπεισι
λεπαδοτεμαχοσελαχογαλεο-
1170κρανιολειψανοδριμυποτριμματο-
σιλφιοτυρομελιτοκατακεχυμενο-
κιχλεπικοσσυφοφαττοπεριστερα-
λεκτρυονοπτοκεφαλιοκιγκλοπε-
λειολαγῳοσιραιοβαφητραγα-
1175νοπτερυγών. σὺ δὲ ταῦτ᾽ ἀκροασάμε-
νος ταχέως ταχέως λαβὲ τρύβλιον·
εἶτα κόνισαι λαβὼν
λέκιθον, ἵν᾽ ἐπιδειπνῇς.
ΒΛ. ἀλλὰ λαιμάττουσί που.
1180ΧΟ. αἴρεσθ᾽ ἄνω, ἰαὶ ἰαί.
δειπνήσομεν, εὐοῖ, εὐαῖ,
εὐαῖ, ὡς ἐπὶ νίκῃ·
εὐαῖ, εὐαῖ, εὐαῖ, εὐαῖ.
|