15. ΣΥΡΑΚΟΣΙΑΙ Ἢ ΑΔΩΝΙΑΖΟΥΣΑΙ ΓΟΡΓΩ
Ἔνδοι Πραξινόα; ΠΡΑΞΙΝΟΑ. Γοργὼ φίλα, ὡς χρόνῳ. ἔνδοι.
θαῦμ᾽ ὅτι καὶ νῦν ἦνθες. ὅρη δρίφον, Εὐνόα, αὐτᾷ·
ἔμβαλε καὶ ποτίκρανον. ΓΟ. ἔχει κάλλιστα. ΠΡ. καθίζευ.
ΓΟ. ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην,
5 Πραξινόα, πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων·
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
ἁ δ᾽ ὁδὸς ἄτρυτος· τὺ δ᾽ ἑκαστέρω αἰὲν ἀποικεῖς.
ΠΡ. ταῦθ᾽ ὁ πάραρος τῆνος· ἐπ᾽ ἔσχατα γᾶς ἔλαβ᾽ ἐνθών
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
10 ἀλλάλαις, ποτ᾽ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
ΓΟ. μὴ λέγε τὸν τεὸν ἄνδρα, φίλα, Δίνωνα τοιαῦτα
τῶ μικκῶ παρεόντος· ὅρη, γύναι, ὡς ποθορῇ τυ.
θάρσει, Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.
ΠΡ. αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. ―καλὸς ἀπφῦς.
15 ἀπφῦς μὰν τῆνός γα πρόαν—λέγομες δὲ πρόαν θην
βάντα νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδειν—
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπαχυς.
ΓΟ. χὠμὸς ταυτᾷ ἔχει· φθόρος ἀργυρίω Διοκλείδας·
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
20 πέντε πόκως ἔλαβ᾽ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ᾽ ἔργῳ.
ἀλλ᾽ ἴθι, τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι
κοσμεῖν τὰν βασίλισσαν. ΠΡ. ἐν ὀλβίῳ ὄλβια πάντα.
25 ἠνίδ᾽ ἐγών· εἴπαις κεν ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
|