ΕΞΟΔΟΣ ΟΡ. ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
πατροκτόνους τε δωμάτων πορθήτορας.
975 σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι,
φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασιν.
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
καὶ ξυνθανεῖσθαι· καὶ τάδ᾽ εὐόρκως ἔχει.
980 ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν,
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
ἐκτείνατ᾽ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ—
985 οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε
Ἥλιος—ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως φόνον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
990 ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην.
ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν—
τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ
995 σήπειν θιγοῦσ᾽ ἂν μᾶλλον οὐ δεδηγμένον
τόλμης ἕκατι κἀκδίκου φρονήματος;
τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
1000 ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
τοιοῦτον ἂν κτήσαιτο φιλήτης ἀνήρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
1005τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτ᾽· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
ΧΟ. αἰαῖ αἰαῖ μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
αἰαῖ, αἰαῖ,
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
1010 ΟΡ. ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015 πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
ΧΟ. οὔτις μερόπων ἀσινῆ βίοτον
διὰ πάντ᾽ ἔντιμος ἀμείψει.
αἰαῖ, αἰαῖ,
1020 μόχθος δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει.
|