[213] Πλούσιοι πολλοὶ συνεστηκότες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ δοκεῖν τινὲς εἶναι δι᾽ εὐπορίαν προσειληφότες, ὑμῶν παρίασι δεησόμενοι. τούτων μηδενί μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε, ἀλλ᾽ ὥσπερ ἕκαστος τούτων ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων καὶ ὑπὲρ τούτου σπουδάσεται, οὕτως ὑμεῖς ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων καὶ ἐμοῦ τοῦ ἐφ᾽ ὑμᾶς καταπεφευγότος σπουδάσατε, καὶ τηρήσατε τὴν γνώμην ταύτην ἐφ᾽ ἧς νῦν ἐστέ. [214] καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τόθ᾽ ὅτ᾽ ἦν ἡ προβολή, τὰ πεπραγμέν᾽ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν· καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτ᾽ εἶναι, καὶ πόλλ᾽ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι. [215] νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ παρ᾽ αὐτὰ τἀδικήμαθ᾽ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες [ἐφαίνεσθε], ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν, ἐβοᾶτε μὴ ἀφεῖναι, καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου, τηλικοῦτ᾽ ἀνεκράγετε, ὡς, τοῦτ᾽ ἐκεῖνο, χρήματά μου ληψομένου, [216] ὥστε μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, φοβηθέντα τὸν ὑμέτερον θόρυβον θοἰμάτιον προέσθαι καὶ μικροῦ γυμνὸν ἐν τῷ χιτωνίσκῳ γενέσθαι, φεύγοντ᾽ ἐκεῖνον ἕλκοντά με, καὶ μετὰ ταῦτ᾽ ἀπαντῶντες «ὅπως ἐπέξει τῷ μιαρῷ καὶ μὴ διαλύσει· θεάσονταί σε τί ποιήσεις Ἀθηναῖοι» τοιαῦτα λέγοντες· ἐπειδὴ κεχειροτόνηται μὲν ὕβρις τὸ πρᾶγμ᾽ εἶναι, ἐν ἱερῷ δ᾽ οἱ ταῦτα κρίνοντες καθεζόμενοι διέγνωσαν, διέμεινα δ᾽ ἐγὼ καὶ οὐ προὔδωκ᾽ οὔθ᾽ ὑμᾶς οὔτ᾽ ἐμαυτόν, τηνικαῦτ᾽ ἀποψηφιεῖσθ᾽ ὑμεῖς. [217] μηδαμῶς· πάντα γὰρ τὰ αἴσχιστ᾽ ἔνεστιν ἐν τῷ πράγματι. εἰμὶ δ᾽ οὐ τούτων ὑμῖν ἄξιος (πῶς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι;) κρίνων ἄνθρωπον καὶ δοκοῦντα καὶ ὄντα βίαιον καὶ ὑβριστήν, ἡμαρτηκότ᾽ ἀσελγῶς ἐν πανηγύρει, μάρτυρας τῆς ὕβρεως τῆς ἑαυτοῦ πεποιημένον οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας ἅπαντας τῶν Ἑλλήνων. ἤκουσεν ὁ δῆμος τὰ πεπραγμένα τούτῳ. τί οὖν; ὑμῖν καταχειροτονήσας παρέδωκεν. [218] οὐ τοίνυν οἷόν τ᾽ ἀφανῆ τὴν γνῶσιν ὑμῶν γενέσθαι, οὐδὲ λαθεῖν, οὐδ᾽ ἀνεξέταστον εἶναι τί ποθ᾽ ὡς ὑμᾶς τοῦ πράγματος ἐλθόντος ἔγνωτε· ἀλλ᾽ ἐὰν μὲν κολάσητε, δόξετε σώφρονες εἶναι καὶ καλοὶ κἀγαθοὶ καὶ μισοπόνηροι, ἂν δ᾽ ἀφῆτε, ἄλλου τινὸς ἡττῆσθαι. οὐ γὰρ ἐκ πολιτικῆς αἰτίας, οὐδ᾽ ὥσπερ Ἀριστοφῶν ἀποδοὺς τοὺς στεφάνους ἔλυσε τὴν προβολήν, ἀλλ᾽ ἐξ ὕβρεως, ἐκ τοῦ μηδὲν ἂν ὧν πεποίηκ᾽ ἀναλῦσαι δύνασθαι κρίνεται. πότερ᾽ οὖν τούτου γενομένου κρεῖττον αὖθις ἢ νυνὶ κολάσαι; ἐγὼ μὲν οἶμαι νῦν· κοινὴ γὰρ ἡ κρίσις, καὶ τἀδικήματα πάντ᾽ ἐφ᾽ οἷς νῦν κρίνεται κοινά.
|