ΣΤ. πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,
εἶθ᾽, ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
εὐθὺς μετὰ ταύτην ἔσθ᾽ ἕνη τε καὶ νέα.
1135πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω,
θείς μοι πρυτανεῖ᾽ ἀπολεῖν μέ φησι κἀξολεῖν·
ἐμοῦ τε μέτρια καὶ δίκαι᾽ αἰτουμένου·
ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς,
τὸ δ᾽ ἀναβαλοῦ μοι, τὸ δ᾽ ἄφες, οὔ φασίν ποτε
1140οὕτως ἀπολήψεσθ᾽, ἀλλὰ λοιδοροῦσί με
ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει,
εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
τάχα δ᾽ εἴσομαι κόψας τὸ φροντιστήριον.
1145παῖ, ἠμί, παῖ παῖ. ΣΩ. Στρεψιάδην ἀσπάζομαι.
ΣΤ. κἄγωγέ σ᾽· ἀλλὰ τουτονὶ πρῶτον λαβέ·
χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον
ἐκεῖνον, εἴφ᾽, ὃν ἀρτίως εἰσήγαγες.
1150ΣΩ. μεμάθηκεν. ΣΤ. εὖ γ᾽, ὦ παμβασίλει᾽ Ἀπαιόλη.
ΣΩ. ὥστ᾽ ἀποφύγοις ἂν ἥντιν᾽ ἂν βούλῃ δίκην.
ΣΤ. κεἰ μάρτυρες παρῆσαν, ὅτ᾽ ἐδανειζόμην;
ΣΩ. πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
ΣΤ. βοάσομαι τἄρα τὰν ὑπέρτονον
1155βοάν. ἰὼ κλάετ᾽, ὦβολοστάται,
αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων·
οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ᾽ ἔτι,
οἷος ἐμοὶ τρέφεται
τοῖσδ᾽ ἐνὶ δώμασι παῖς,
1160ἀμφήκει γλώττῃ λάμπων,
πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
λυσανίας πατρῴων μεγάλων κακῶν·
ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
1165ὦ τέκνον, ὦ παῖ, ἔξελθ᾽ οἴκων,
ἄιε σοῦ πατρός.
ΣΩ. ὅδ᾽ ἐκεῖνος ἀνήρ.
ΣΤ. ὦ φίλος, ὦ φίλος.
ΣΩ. ἄπιθι συλλαβών.
1170ΣΤ. ἰὼ ἰώ, τέκνον· ἰώ, ἰοῦ ἰοῦ.
|