μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδών
40 ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔπτετο τήνα
ἰθὺ δι᾽ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον.
αἶνός θην λέγεταί τις «ἔβα ποκὰ ταῦρος ἀν᾽ ὕλαν».
εἴκατι· ταὶ δ᾽ ὀκτώ, ταὶ δ᾽ ἐννέα, ταὶ δὲ δέκ᾽ ἄλλαι·
45 σάμερον ἑνδεκάτα· ποτίθες δύο, καὶ δύο μῆνες
ἐξ ὧ ἀπ᾽ ἀλλάλων· οὐδ᾽ εἰ Θρᾳκιστὶ κέκαρμαι
οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται·
ἄμμες δ᾽ οὔτε λόγω τινὸς ἄξιοι οὔτ᾽ ἀριθμητοί,
δύστανοι Μεγαρῆες ἀτιμοτάτᾳ ἐνὶ μοίρᾳ.
50 κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντα κεν ἐς δέον ἕρποι.
νῦν δὲ πόθεν; μῦς, φαντί, Θυώνιχε, γεύμεθα πίσσας.
χὤτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,
οὐκ οἶδα· πλὰν Σῖμος, ὁ τᾶς ἐπιχάλκω ἐρασθείς,
ἐκπλεύσας ὑγιὴς ἐπανῆνθ᾽, ἐμὸς ἁλικιώτας.
55 πλευσεῦμαι κἠγὼν διαπόντιος· οὔτε κάκιστος
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.
ΘΥ. ὤφελε μὲν χωρεῖν κατὰ νῶν τεὸν ὧν ἐπεθύμεις,
Αἰσχίνα. εἰ δ᾽ οὕτως ἄρα τοι δοκεῖ ὥστ᾽ ἀποδαμεῖν,
59 μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος.
61 εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,
εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ᾽ ἔτι μᾶλλον,
πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων,
οἷα χρὴ βασιλῆ᾽· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντί,
65 Αἰσχίνα. ὥστ᾽ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
λῶπος ἄκρον περονᾶσθαι, ἐπ᾽ ἀμφοτέροις δὲ βεβακώς
τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,
ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα
πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει
70 λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ ἇς γόνυ χλωρόν.
|