ΕΞΟΔΟΣ ΑΓΓΕΛΟΣ
ὦ ναοφύλακες βώμιοί τ᾽ ἐπιστάται,
1285Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;
καλεῖτ᾽ ἀναπτύξαντες εὐγόμφους πύλας
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
ΧΟ. τί δ᾽ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
ΑΓΓ. βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
1290Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
ΧΟ. ἄπιστον εἶπας μῦθον· ὃν δ᾽ ἰδεῖν θέλεις
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
1295ΑΓΓ. ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.
ΧΟ. οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
ὅπου κυρήσας τούσδ᾽ ἀπαγγελεῖς λόγους.
ΑΓΓ. ὁρᾶτ᾽, ἄπιστον ὡς γυναικεῖον γένος·
μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος.
1300ΧΟ. μαίνῃ· τί δ᾽ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα;
οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
ΑΓΓ. οὔ, πρίν γ᾽ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον ἀρχηγὸς χθονός.
ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
1305καὶ δεσπότῃ σημήναθ᾽ οὕνεκ᾽ ἐν πύλαις
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
ΘΟ. τίς ἀμφὶ δῶμα θεᾶς τόδ᾽ ἵστησιν βοήν,
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
ΑΓΓ. φεῦ· πῶς ἔλεγον αἵδε, καί μ᾽ ἀπήλαυνον δόμων,
1310ὡς ἐκτὸς εἴης· σὺ δὲ κατ᾽ οἶκον ἦσθ᾽ ἄρα.
ΘΟ. τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
ΑΓΓ. αὖθις τὰ τῶνδε σημανῶ· τὰ δ᾽ ἐν ποσὶ
παρόντ᾽ ἄκουσον. ἡ νεᾶνις ἣ ᾽νθάδε
βωμοῖς παρίστατ᾽, Ἰφιγένει᾽, ἔξω χθονὸς
1315σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς
ἄγαλμ᾽ ἔχουσα· δόλια δ᾽ ἦν καθάρματα.
ΘΟ. πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη;
ΑΓΓ. σῴζουσ᾽ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ.
ΘΟ. τὸν ποῖον; ἆρ᾽ ὃν Τυνδαρὶς τίκτει κόρη;
1320ΑΓΓ. ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.
ΘΟ. ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω;
ΑΓΓ. μὴ ᾽νταῦθα τρέψῃς σὴν φρέν᾽, ἀλλ᾽ ἄκουέ μου·
σαφῶς δ᾽ ἀθρήσας καὶ κλύων ἐκφρόντισον
διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
1325ΘΟ. λέγ᾽· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
|