ΑΜ. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
1110ΧΟ. κἄγωγε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
ΗΡ. πάτερ, τί κλαίεις καὶ συναμπίσχηι κόρας,
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
ΑΜ. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
ΗΡ. πράσσω δ᾽ ἐγὼ τί λυπρὸν οὗ δακρυρροεῖς;
1115ΑΜ. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
ΗΡ. μέγας γ᾽ ὁ κόμπος, τὴν τύχην δ᾽ οὔπω λέγεις.
1117ΑΜ. ὁρᾶις γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
1120ΗΡ. παπαῖ, τόδ᾽ ὡς ὕποπτον ἠινίξω πάλιν.
ΑΜ. καί σ᾽ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
1118ΗΡ. εἴπ᾽ εἴ τι καινὸν ὑπογράφηι τὠμῶι βίωι.
1119ΑΜ. εἰ μηκέθ᾽ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
ΗΡ. οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
ΑΜ. λύσω, γέροντες, δεσμὰ παιδός, ἢ τί δρῶ;
ΗΡ. καὶ τόν γε δήσαντ᾽ εἴπ᾽· ἀναινόμεσθα γάρ.
1125ΑΜ. τοσοῦτον ἴσθι τῶν κακῶν, τὰ δ᾽ ἄλλ᾽ ἔα.
ΗΡ. ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
ΑΜ. ὦ Ζεῦ, παρ᾽ Ἥρας ἆρ᾽ ὁρᾶις θρόνων τάδε;
ΗΡ. ἀλλ᾽ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
ΑΜ. τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
1130ΗΡ. ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.
ΑΜ. ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
ΗΡ. οἴμοι· τίν᾽ ὄψιν τήνδε δέρκομαι τάλας;
ΑΜ. ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
ΗΡ. τί πόλεμον εἶπας; τούσδε τίς διώλεσεν;
1135ΑΜ. σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.
ΗΡ. τί φήις; τί δράσας; ὦ κάκ᾽ ἀγγέλλων πάτερ.
ΑΜ. μανείς· ἐρωτᾶις δ᾽ ἄθλι᾽ ἑρμηνεύματα.
ΗΡ. ἦ καὶ δάμαρτός εἰμ᾽ ἐγὼ φονεὺς ἐμῆς;
ΑΜ. μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
1140ΗΡ. αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.
ΑΜ. τούτων ἕκατι σὰς καταστένω τύχας.
ΗΡ. ἦ γὰρ συνήραξ᾽ οἶκον †ἢ βάκχευσ᾽ ἐμόν†;
ΑΜ. οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
ΗΡ. ποῦ δ᾽ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
1145ΑΜ. ὅτ᾽ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
ΗΡ. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
οὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
1150τέκνοις δικαστὴς αἵματος γενήσομαι,
ἢ σάρκα †τὴν ἐμὴν† ἐμπρήσας πυρὶ
δύσκλειαν ἣ μένει μ᾽ ἀπώσομαι βίου;
ἀλλ᾽ ἐμποδών μοι θανασίμων βουλευμάτων
Θησεὺς ὅδ᾽ ἕρπει συγγενὴς φίλος τ᾽ ἐμός.
1155ὀφθησόμεσθα καὶ τεκνοκτόνον μύσος
ἐς ὄμμαθ᾽ ἥξει φιλτάτωι ξένων ἐμῶν.
οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
φέρ᾽, ἀμφὶ κρατὶ περιβάλω σκότον ‹ ›.
1160αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς,
καὶ τῶιδε προστρόπαιον αἷμα προσβαλὼν
οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
|