14. ΚΥΝΙΣΚΑΣ ΕΡΩΣ Ή ΑΙΣΧΙΝΑΣ ΚΑΙ ΘΥΩΝΙΧΟΣ ΑΙΣΧΙΝΑΣ
Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. ΘΥΩΝΙΧΟΣ. ἄλλα τοιαῦτα
Αἰσχίνᾳ. ΑΙ. ὡς χρόνιος. ΘΥ. χρόνιος; τί δέ τοι τὸ μέλημα;
ΑΙ. πράσσομες οὐχ ὡς λῷστα, Θυώνιχε. ΘΥ. ταῦτ᾽ ἄρα λεπτός,
χὠ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
5 τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθαναῖος δ᾽ ἔφατ᾽ ἦμεν.
ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
ΑΙ. παίσδεις, ὠγάθ᾽, ἔχων· ἐμὲ δ᾽ ἁ χαρίεσσα Κυνίσκα
ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
10 ΘΥ. τοιοῦτος μὲν ἀεὶ τύ, φίλ᾽ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
πάντ᾽ ἐθέλων κατὰ καιρόν· ὅμως δ᾽ εἶπον τί τὸ καινόν.
ΑΙ. Ὡργεῖος κἠγὼν καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας
Ἆγις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας
ἐν χώρῳ παρ᾽ ἐμίν. δύο μὲν κατέκοψα νεοσσώς
15 θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ Βίβλινον αὐτοῖς
εὐώδη τετόρων ἐτέων σχεδὸν ὡς ἀπὸ λανῶ·
βολβός τις, κοχλίας, ἐξαιρέθη· ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος ἔδοξ᾽ ἐπιχεῖσθαι ἄκρατον
ὧτινος ἤθελ᾽ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
20 ἁμὲς μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
ἃ δ᾽ οὐδὲν παρεόντος ἐμεῦ. τίν᾽ ἔχειν με δοκεῖς νῶν;
«οὐ φθεγξῇ; λύκον εἶδες;» ἔπαιξέ τις. «ὡς σοφός» εἶπεν,
κἠφλέγετ᾽· εὐμαρέως κεν ἀπ᾽ αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
25 εὐμάκης, ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν·
τούτω τὸν κλύμενον κατεφρύγετο τῆνον ἔρωτα.
χἀμῖν τοῦτο δι᾽ ὠτὸς ἔγεντό ποχ᾽ ἁσυχᾷ οὕτως·
οὐ μὰν ἐξήταξα, μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δ᾽ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
30 χὠ Λαρισαῖος «τὸν ἐμὸν Λύκον» ᾆδεν ἀπ᾽ ἀρχᾶς,
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα
ἔκλαεν ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρί
παρθένος ἑξαετὴς κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγώ, τὸν ἴσαις τύ, Θυώνιχε, πὺξ ἐπὶ κόρρας
35 ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσασα δὲ πέπλως
ἔξω ἀποίχετο θᾶσσον. «ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
ἄλλος τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τεὰ δάκρυα; μᾶλα ῥεόντω.»
|