1255ΑΓΑ. ἐγὼ τά τ᾽ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,
φιλῶ τ᾽ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
δεινῶς δ᾽ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
ὁρᾶθ᾽ ὅσον στράτευμα ναύφρακτον τόδε,
1260χαλκέων θ᾽ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
οἷς νόστος οὐκ ἔστ᾽ Ἰλίου πύργους ἔπι,
εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
οὐδ᾽ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
μέμηνε δ᾽ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
1265πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·
οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
ὑμᾶς τε κἀμέ, θέσφατ᾽ εἰ λύσω θεᾶς.
οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
1270οὐδ᾽ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,
ἀλλ᾽ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
θῦσαί σε· τούτου δ᾽ ἥσσονες καθέσταμεν.
ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
κἀμοὶ γενέσθαι, μηδὲ βαρβάρων ὕπο
1275Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
|