ΓΡΑΥΣ Β’
αὕτη σύ, ποῖ παραβᾶσα τόνδε τὸν νόμον
1050ἕλκεις, παρ᾽ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
πρότερον καθεύδειν αὐτόν; ΝΕΑΣ. οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας, ὦ κάκιστ᾽ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
ΓΡ. Β’ βάδιζε δεῦρο. ΝΕΑΣ. μηδαμῶς με περιίδῃς
1055ἑλκόμενον ὑπὸ τῆσδ᾽, ἀντιβολῶ σ᾽. ΓΡ. Β’ ἀλλ᾽ οὐκ ἐγώ,
ἀλλ᾽ ὁ νόμος ἕλκει σ᾽. ΝΕΑΣ. οὐκ ἐμέ γ᾽, ἀλλ᾽ Ἔμπουσά τις
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
ΓΡ. Β’ ἕπου, μαλακίων, δεῦρ᾽ ἀνύσας καὶ μὴ λάλει.
ΝΕΑΣ. ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060ἐλθόντ᾽ ἀναθαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ᾽ αὐτίκα
ὑπὸ τοῦ δέους. ΓΡ. Β’ θάρρει, βάδιζ᾽. ἔνδον χεσεῖ.
ΝΕΑΣ. δέδοικα κἀγὼ μὴ πλέον γ᾽ ἢ βούλομαι.
ἀλλ᾽ ἐγγυητάς σοι καταστήσω δύο
1065ἀξιόχρεως. ΓΡ. Β’ μή μοι καθίστη. ΓΡΑΥΣ Γ’ ποῖ σύ, ποῖ
χωρεῖς μετὰ ταύτης; ΝΕΑΣ. οὐκ ἔγωγ᾽, ἀλλ᾽ ἕλκομαι.
ἀτάρ, ἥτις εἶ σύ, πόλλ᾽ ἀγαθὰ γένοιτό σοι,
ὅτι μ᾽ οὐ περιεῖδες ἐπιτριβέντ᾽. ὦ Ἡράκλεις,
ὦ Πᾶνες, ὦ Κορύβαντες, ὦ Διοσκόρω,
1070τοῦτ᾽ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἔστ᾽, ἀντιβολῶ, τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
ΓΡ. Γ’ μὴ σκῶπτέ μ᾽, ἀλλὰ δεῦρ᾽ ἕπου. ΓΡ. Β’ δευρὶ μὲν οὖν.
1075ΓΡ. Γ’ ὡς οὐκ ἀφήσω σ᾽ οὐδέποτ᾽. ΓΡ. Β’ οὐδὲ μὴν ἐγώ.
ΝΕΑΣ. διασπάσεσθέ μ᾽, ὦ κακῶς ἀπολούμεναι.
ΓΡ. Β’ ἐμοὶ γὰρ ἀκολουθεῖν σε δεῖ κατὰ τὸν νόμον.
ΓΡ. Γ’ οὔκ, ἢν ἑτέρα γε γραῦς ἔτ᾽ αἰσχίων φανῇ.
|