ΕΞΟΔΟΣ ΞΕΡΞΗΣ
ἰὼ ἰὼ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
910τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη.
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν,
915εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾽ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΧΟ. ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
920κόσμου τ᾽ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου
σάκτορι Περσᾶν· † ἀγδαβάται γὰρ
925πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς,
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
930αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
|