ΧΟ. παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
τὸν ἄνδρ᾽ ἀφεῖναι τόνδ᾽, ἐπεὶ δοκεῖ πόλει.
1020ΑΛ. τί δ᾽ ἢν θάνηι τε καὶ πόλει πιθώμεθα;
ΧΟ. τὰ λῶιστ᾽ ἂν εἴη· πῶς τάδ᾽ οὖν γενήσεται;
ΑΛ. ἐγὼ διδάξω ῥαιδίως· κτανοῦσα γὰρ
τόνδ᾽ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
δώσω· τὸ γὰρ σῶμ᾽ οὐκ ἀπιστήσω χθονί,
1025οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.
ΕΥ. κτεῖν᾽, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
ἐπεί μ᾽ ἀφῆκε καὶ κατηιδέσθη κτανεῖν,
χρησμῶι παλαιῶι Λοξίου δωρήσομαι,
ὃς ὠφελήσει μείζον᾽ ἢ δοκεῖ χρόνωι.
1030θανόντα γάρ με θάψεθ᾽ οὗ τὸ μόρσιμον,
δίας πάροιθε παρθένου Παλληνίδος·
καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
τοῖς τῶνδε δ᾽ ἐκγόνοισι πολεμιώτατος,
1035ὅταν μόλωσι δεῦρο σὺν πολλῆι χερὶ
χάριν προδόντες τήνδε· τοιούτων ξένων
προύστητε. πῶς οὖν ταῦτ᾽ ἐγὼ πεπυσμένος
δεῦρ᾽ ἦλθον ἀλλ᾽ οὐ χρησμὸν ἡζόμην θεοῦ;
Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
1040κοὐκ ἂν προδοῦναί μ᾽. ἀλλὰ μήτε μοι χοὰς
μήθ᾽ αἷμ᾽ ἐάσητ᾽ εἰς ἐμὸν στάξαι τάφον.
κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ᾽ ἐγὼ
δώσω· διπλοῦν δὲ κέρδος ἕξετ᾽ ἐξ ἐμοῦ·
ὑμᾶς τ᾽ ὀνήσω τούσδε τε βλάψω θανών.
1045ΑΛ. τί δῆτα μέλλετ᾽, εἰ πόλει σωτηρίαν
κατεργάσασθαι τοῖσί τ᾽ ἐξ ὑμῶν χρεών,
κτείνειν τὸν ἄνδρα τόνδ᾽, ἀκούοντες τάδε;
δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·
ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών,
1050κομίζετ᾽ αὐτόν, δμῶες, εἶτα χρὴ κυσὶν
δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσηις ὅπως
αὖθις πατρώιας ζῶν ἔμ᾽ ἐκβαλεῖς χθονός.
ΧΟ. ταῦτα δοκεῖ μοι. στείχετ᾽, ὀπαδοί.
τὰ γὰρ ἐξ ἡμῶν
1055καθαρῶς ἔσται βασιλεῦσιν.
|