ΧΟ. ὦ Δῆμε, καλήν γ᾽ ἔχεις [στρ.]
ἀρχήν, ὅτε πάντες ἄν-
θρωποι δεδίασί σ᾽ ὥσ-
περ ἄνδρα τύραννον.
1115ἀλλ᾽ εὐπαράγωγος εἶ,
θωπευόμενός τε χαί-
ρεις κἀξαπατώμενος,
πρὸς τόν τε λέγοντ᾽ ἀεὶ
κέχηνας· ὁ νοῦς δέ σου
1120παρὼν ἀποδημεῖ.
ΔΗ. νοῦς οὐκ ἔνι ταῖς κόμαις
ὑμῶν, ὅτε μ᾽ οὐ φρονεῖν
νομίζετ᾽· ἐγὼ δ᾽ ἑκὼν
ταῦτ᾽ ἠλιθιάζω.
1125αὐτός τε γὰρ ἥδομαι
βρύλλων τὸ καθ᾽ ἡμέραν,
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην·
τοῦτον δ᾽, ὅταν ᾖ πλέως,
1130ἄρας ἐπάταξα.
ΧΟ. οὕτω μὲν ἂν εὖ ποιοῖς, [ἀντ.]
εἴ σοι πυκνότης ἔνεστ᾽
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
τούτῳ πάνυ πολλή,
1135εἰ τούσδ᾽ ἐπίτηδες ὥσ-
περ δημοσίους τρέφεις
ἐν τῇ πυκνί, κᾆθ᾽ ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
1140θύσας ἐπιδειπνεῖς.
ΔΗ. σκέψασθε δέ μ᾽, εἰ σοφῶς
αὐτοὺς περιέρχομαι
τοὺς οἰομένους φρονεῖν
κἄμ᾽ ἐξαπατύλλειν.
1145τηρῶ γὰρ ἑκάστοτ᾽ αὐ-
τοὺς οὐδὲ δοκῶν ὁρᾶν
κλέπτοντας· ἔπειτ᾽ ἀναγ-
κάζω πάλιν ἐξεμεῖν
ἅττ᾽ ἂν κεκλόφωσί μου,
1150κημὸν καταμηλῶν.
|