ΔΗ. εἶἑν. τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
ΑΛ. ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
1080ἀλλ᾽ ἔτι τόνδ᾽ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
ΔΗ. ποίαν Κυλλήνην; ΑΛ. τὴν τούτου χεῖρ᾽ ἐπόησεν
Κυλλήνην ὀρθῶς, ὁτιή φησ᾽· «ἔμβαλε κυλλῇ.»
ΠΑ. οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
1085ἐς τὴν χεῖρ᾽ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
ΑΛ. καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γ᾽ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
1090ΠΑ. ἀλλ᾽ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
ΑΛ. νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ᾽πικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
1095ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
ΔΗ. ἰοῦ ἰοῦ.
οὐκ ἦν ἄρ᾽ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
1100ΠΑ. μήπω γ᾽, ἱκετεύω σ᾽, ἀλλ᾽ ἀνάμεινον, ὡς ἐγὼ
κριθὰς ποριῶ σοι καὶ βίον καθ᾽ ἡμέραν.
ΔΗ. οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
ΠΑ. ἀλλ᾽ ἄλφιτ᾽ ἤδη σοι ποριῶ ᾽σκευασμένα.
1105ΑΛ. ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ᾽ εἰ μὴ ᾽σθιε.
ΔΗ. ἁνύσατέ νυν, ὅ τι περ ποήσεθ᾽· ὡς ἐγώ,
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
1110ΠΑ. τρέχοιμ᾽ ἂν εἴσω πρότερος. ΑΛ. οὐ δῆτ᾽, ἀλλ᾽ ἐγώ.
|