ΕΞΟΔΟΣ ΑΓΓΕΛΟΣ
δέσποιν᾽, ὁρᾶις μὲν ἀλλ᾽ ὅμως εἰρήσεται·
Εὐρυσθέα σοι τόνδ᾽ ἄγοντες ἥκομεν,
930ἄελπτον ὄψιν τῶιδέ τ᾽ οὐχ ἧσσον τύχην·
οὐ γάρ ποτ᾽ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
ὅτ᾽ ἐκ Μυκηνῶν πολυπόνωι σὺν ἀσπίδι
ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν
πέρσων Ἀθάνας. ἀλλὰ τὴν ἐναντίαν
935δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.
Ὕλλος μὲν οὖν ὅ τ᾽ ἐσθλὸς Ἰόλεως βρέτας
Διὸς τροπαίου καλλίνικον ἵστασαν·
ἐμοὶ δὲ πρὸς σὲ τόνδ᾽ ἐπιστέλλουσ᾽ ἄγειν,
τέρψαι θέλοντες σὴν φρέν᾽· ἐκ γὰρ εὐτυχοῦς
940ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ᾽ ὁρᾶν.
ΑΛ. ὦ μῖσος, ἥκεις; εἶλέ σ᾽ ἡ Δίκη χρόνωι;
πρῶτον μὲν οὖν μοι δεῦρ᾽ ἐπίστρεψον κάρα
καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
ἐχθρούς· κρατῆι γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
945ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι,
ὃς πολλὰ μὲν τὸν ὄνθ᾽ ὅπου ᾽στὶ νῦν ἐμὸν
παῖδ᾽ ἀξιώσας, ὦ πανοῦργ᾽, ἐφυβρίσαι;
[τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;]
ὃς καὶ παρ᾽ Ἅιδην ζῶντά νιν κατήγαγες,
950 ὕδρας λέοντάς τ᾽ ἐξαπολλύναι λέγων
ἔπεμπες. ἄλλα δ᾽ οἷ᾽ ἐμηχανῶ κακὰ
σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
ἀλλ᾽ ἐξ ἁπάσης κἀμὲ καὶ τέκν᾽ Ἑλλάδος
955ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
ἀλλ᾽ ηὗρες ἄνδρας καὶ πόλισμ᾽ ἐλεύθερον,
οἵ σ᾽ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ
960θνήισκειν σε πολλὰ πήματ᾽ ἐξειργασμένον.
ΑΓ. οὐκ ἔστ᾽ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
ΑΛ. ἄλλως ἄρ᾽ αὐτὸν αἰχμάλωτον εἵλομεν.
εἴργει δὲ δὴ τίς τόνδε μὴ θνήισκειν νόμος;
ΑΓ. τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
965ΑΛ. τί δὴ τόδ᾽; ἐχθροὺς τοισίδ᾽ οὐ καλὸν κτανεῖν;
ΑΓ. οὐχ ὅντιν᾽ ἄν γε ζῶνθ᾽ ἕλωσιν ἐν μάχηι.
ΑΛ. καὶ ταῦτα δόξανθ᾽ Ὕλλος ἐξηνέσχετο;
ΑΓ. χρῆν αὐτόν, οἶμαι, τῆιδ᾽ ἀπιστῆσαι χθονί.
ΑΛ. χρῆν τόνδε μὴ ζῆν μηδ᾽ †ὁρᾶν φάος ἔτι†.
970ΑΓ. τότ᾽ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.
ΑΛ. οὔκουν ἔτ᾽ ἐστὶν ἐν καλῶι δοῦναι δίκην;
ΑΓ. οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
ΑΛ. ἔγωγε· καίτοι φημὶ κἄμ᾽ εἶναί τινα.
ΑΓ. πολλὴν ἄρ᾽ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
975ΑΛ. φιλῶ πόλιν τήνδ᾽· οὐδὲν ἀντιλεκτέον.
τοῦτον δ᾽, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέληι
καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
980λέξει· τὸ δ᾽ ἔργον τοῦτ᾽ ἐμοὶ πεπράξεται.
ΧΟ. δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σ᾽ ἔχει
νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.
|