[47.1] Φοβούμενος δὲ τοὺς Μακεδόνας μὴ εἰς τὰ ὑπόλοιπα τῆς στρατείας ἀπαγορεύσωσι, τὸ μὲν ἄλλο πλῆθος εἴασε κατὰ χώραν, τοὺς δ᾽ ἀρίστους ἔχων ἐν Ὑρκανίᾳ μεθ᾽ ἑαυτοῦ, δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς, ‹πεῖραν› προσέβαλε, λέγων ὡς νῦν μὲν αὐτοὺς † ἐνύπνιον τῶν βαρβάρων ὁρώντων, ἂν δὲ μόνον ταράξαντες τὴν Ἀσίαν ἀπίωσιν, ἐπιθησομένων εὐθὺς ὥσπερ γυναιξίν. [47.2] οὐ μὴν ἀλλ᾽ ἀφιέναι γε τοὺς βουλομένους ἔφη, καὶ μαρτυράμενος ὅτι τὴν οἰκουμένην τοῖς Μακεδόσι κτώμενος ἐγκαταλέλειπται, μετὰ τῶν φίλων καὶ τῶν ἐθελόντων στρατεύειν. [47.3] ταῦτα σχεδὸν αὐτοῖς ὀνόμασιν ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ γέγραπται, καὶ ὅτι ταῦτ᾽ εἰπόντος αὐτοῦ πάντες ἐξέκραγον, ὅπου βούλεται τῆς οἰκουμένης ἄγειν. [47.4] δεξαμένων δὲ τούτων τὴν πεῖραν, οὐκέτ᾽ ἦν χαλεπὸν προσαχθῆναι τὸ πλῆθος, ἀλλὰ ῥᾳδίως ἐπηκολούθησεν. [47.5] Οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοίου τε τοῖς ἐπιχωρίοις ἑαυτόν, ἐκείνους τε προσῆγε τοῖς Μακεδονικοῖς ἔθεσιν, ἀνακράσει καὶ κοινωνίᾳ μᾶλλον δι᾽ εὐνοίας καταστήσεσθαι τὰ πράγματα νομίζων ἢ βίᾳ, μακρὰν ἀπαίροντος αὐτοῦ. [47.6] διὸ καὶ τρισμυρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδονικοῖς ὅπλοις ἐντρέφεσθαι, πολλοὺς ἐπιστάτας καταστήσας, [47.7] καὶ τὰ περὶ Ῥωξάνην ἔρωτι μὲν ἐπράχθη, καλὴν καὶ ὡραίαν ἔν τινι χορῷ παρὰ πότον ὀφθεῖσαν, ἔδοξε δ᾽ οὐκ ἀνάρμοστα τοῖς ὑποκειμένοις εἶναι πράγμασιν. [47.8] ἐθάρρησαν γὰρ οἱ βάρβαροι τῇ κοινωνίᾳ τοῦ γάμου, καὶ τὸν Ἀλέξανδρον ὑπερηγάπησαν, ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδ᾽ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν. [47.9] Ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγίστων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα καὶ συμμετακοσμούμενον αὐτῷ, Κρατερὸν δὲ τοῖς πατρίοις ἐμμένοντα, δι᾽ ἐκείνου μὲν ἐχρημάτιζε τοῖς βαρβάροις, διὰ τούτου δὲ τοῖς Ἕλλησι καὶ τοῖς Μακεδόσι· [47.10] καὶ ὅλως τὸν μὲν ἐφίλει μάλιστα, τὸν δ᾽ ἐτίμα, νομίζων καὶ λέγων ἀεί, τὸν μὲν Ἡφαιστίωνα φιλαλέξανδρον εἶναι, τὸν δὲ Κρατερὸν φιλοβασιλέα. [47.11] διὸ καὶ πρὸς ἀλλήλους ὑπούλως ἔχοντες, συνέκρουον πολλάκις, ἅπαξ δὲ περὶ τὴν Ἰνδικὴν καὶ εἰς χεῖρας ἦλθον σπασάμενοι τὰ ξίφη, καὶ τῶν φίλων ἑκατέρῳ παραβοηθούντων, προσελάσας ‹ὁ› Ἀλέξανδρος ἐλοιδόρει τὸν Ἡφαιστίωνα φανερῶς, ἔμπληκτον καλῶν καὶ μαινόμενον, εἰ μὴ συνίησιν ὡς ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρον ἀφέληται, μηδέν ἐστιν· [47.12] ἰδίᾳ δὲ καὶ τοῦ Κρατεροῦ πικρῶς καθήψατο, καὶ συναγαγὼν αὐτοὺς καὶ διαλλάξας, ἐπώμοσε τὸν Ἄμμωνα καὶ τοὺς ἄλλους θεούς, ἦ μὴν μάλιστα φιλεῖν ἀνθρώπων ἁπάντων ἐκείνους· ἂν δὲ πάλιν αἴσθηται διαφερομένους, ἀποκτενεῖν ἀμφοτέρους ἢ τὸν ἀρξάμενον. ὅθεν ὕστερον οὐδὲ παίζοντες εἰπεῖν τι πρὸς ἀλλήλους οὐδὲ πρᾶξαι λέγονται.
|