ΝΕΑΝΙΑΣ
εἴθ᾽ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
καὶ μὴ ᾽δει πρότερον διασποδῆσαι
940ἀνάσιμον ἢ πρεσβυτέραν·
οὐ γὰρ ἀνασχετὸν τοῦτό γ᾽ ἐλευθέρῳ.
ΓΡ. Α’ οἰμώζων ἄρα, νὴ Δία, σποδήσεις·
οὐ γὰρ τἀπὶ Χαριξένης τάδ᾽ ἐστίν.
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
945ἐστι δίκαιον, εἰ δημοκρατούμεθα.
ἀλλ᾽ εἶμι τηρήσουσ᾽ ὅ τι καὶ δράσεις ποτέ.
ΝΕΑΣ. εἴθ᾽, ὦ θεοί, λάβοιμι τὴν καλὴν μόνην,
ἐφ᾽ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
ΝΕΙΣ. ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·
950φρούδη γάρ ἐστιν οἰομένη μ᾽ ἔνδον μένειν.
ἀλλ᾽ οὑτοσὶ γὰρ αὐτὸς οὗ ᾽μεμνήμεθα.
δεῦρο δή, δεῦρο δή,
φίλον ἐμόν, δεῦρό μοι
πρόσελθε καὶ ξύνευνέ μοι
τὴν εὐφρόνην ὅπως ἔσει.
πάνυ γάρ τις ἔρως ‹δεινός› με δονεῖ
955τῶνδε τῶν σῶν βοστρύχων.
ἄτοπος δὲ πόθος τις μοὔγκειται
ὅς με διακναίσας ἔχει.
μέθες, ἱκνοῦμαί σ᾽, Ἔρως,
καὶ πόησον τόνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
960ΝΕΑΣ. δεῦρο δή, δεῦρο δή,
φίλον ‹ἐμόν›, καὶ σύ μοι
καταδραμοῦσα τὴν θύραν
ἄνοιξον [τήνδ᾽]· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
ἀλλ᾽ ἐν [τῷ] σῷ βούλομ᾽ ‹ἐγὼ› κόλπῳ
965πληκτίζεσθαι μετὰ [τῆς] σῆς πυγῆς.
Κύπρι, τί μ᾽ ἐκμαίνεις ἐπὶ ταύτῃ;
μέθες, ἱκνοῦμαί σ᾽, Ἔρως,
καὶ πόησον τήνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
970εἰρημέν᾽ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
ἄνοιξον, ἀσπάζου με·
διά τοι σὲ πόνους ἔχω.
ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
ἄνοιξον, ἀσπάζου με·
975διά τοι σὲ πόνους ἔχω.
|