ΧΟΡΙΚΟΝ 875ΧΟ. ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος.
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
ἀποβαλεῖς, ὀλεῖς μανιάσιν λύσσαις
χορευθέντ᾽ ἀναύλοις.
880βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
ἅρμασι δ᾽ ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβαι
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
885ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
ταχὺ δὲ πρὸς πατρὸς τέκν᾽ ἐκπνεύσεται.
ἰώ μοι μέλεος,
ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἄδικοι δίκαι
890κακοῖσιν ἐκπετάσουσιν. ἰὼ στέγαι.
κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
οὐ βρομίωι κεχαρισμένα θύρσωι,
ἰὼ δόμοι.
πρὸς αἵματ᾽, οὐχὶ τᾶς Διονυσιάδος
895βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
φυγῆι, τέκν᾽, ἐξορμᾶτε· δάιον τόδε
δάιον μέλος ἐπαυλεῖται.
κυναγετεῖ τέκνων διωγμόν·
οὔποτ᾽ ἄκραντα δόμοισι Λύσσα βακχεύσει.
900αἰαῖ κακῶν.
αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, ἇι μάταν
τέκεα γεννᾶται.
ἰδοὺ ἰδού,
905θύελλα σείει δῶμα, συμπίπτει στέγη.
ἢ ἢ τί δρᾶις, ὦ Διὸς παῖ; μελάθρων
τάραγμα ταρτάρειον ὡς
ἐπ᾽ Ἐγκελάδωι ποτέ, Παλλάς, ἐς δόμους πέμπεις.
|