Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (9.102.1-9.105.1)
[9.102.1] Τοῖσι μέν νυν Ἀθηναίοισι καὶ τοῖσι προσεχέσι τούτοισι τεταγμένοισι μέχρι κου τῶν ἡμισέων ἡ ὁδὸς ἐγίνετο κατ᾽ αἰγιαλόν τε καὶ ἄπεδον χῶρον, τοῖσι δὲ Λακεδαιμονίοισι καὶ τοῖσι ἐπεξῆς τούτοισι τεταγμένοισι κατά τε χαράδραν καὶ ὄρεα· ἐν ᾧ δὲ [οἱ Λακεδαιμόνιοι] ‹ἔτι› περιήισαν οὗτοι, οἱ ἐπὶ τῷ ἑτέρῳ κέρεϊ [ἔτι] καὶ δὴ ἐμάχοντο. [9.102.2] ἕως μέν νυν τοῖσι Πέρσῃσι ὄρθια ἦν τὰ γέρρα, ἠμύνοντό τε καὶ οὐδὲν ἔλασσον εἶχον τῇ μάχῃ· ἐπείτε δὲ τῶν Ἀθηναίων καὶ τῶν προσεχέων ὁ στρατός, ὅκως ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαιμονίων παρακελευσάμενοι ἔργου εἴχοντο προθυμότερον, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα. [9.102.3] διωσάμενοι γὰρ τὰ γέρρα οὗτοι φερόμενοι ἐσέπεσον ἁλέες ἐς τοὺς Πέρσας, οἱ δὲ δεξάμενοι καὶ χρόνον συχνὸν ἀμυνόμενοι τέλος ἔφευγον ἐς τὸ τεῖχος. Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Τροιζήνιοι (οὗτοι γὰρ ἦσαν οἱ ἐπεξῆς τεταγμένοι) συνεπισπόμενοι συνεσέπιπτον ἐς τὸ τεῖχος. ὡς δὲ καὶ τὸ τεῖχος ἀραίρητο, οὔτ᾽ ἔτι πρὸς ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸς φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περσέων. [9.102.4] οὗτοι δὲ κατ᾽ ὀλίγους γινόμενοι ἐμάχοντο τοῖσι αἰεὶ ἐς τὸ τεῖχος ἐσπίπτουσι Ἑλλήνων. καὶ τῶν στρατηγῶν τῶν Περσικῶν δύο μὲν ἀποφεύγουσι, δύο δὲ τελευτῶσι· Ἀρταΰντης μὲν καὶ Ἰθαμίτρης, τοῦ ναυτικοῦ στρατηγέοντες, ἀποφεύγουσι, Μαρδόντης δὲ καὶ ὁ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμενοι τελευτῶσι. [9.103.1] ἔτι δὲ μαχομένων τῶν Περσέων ἀπίκοντο Λακεδαιμόνιοι καὶ οἱ μετ᾽ αὐτῶν καὶ τὰ λοιπὰ συνδιεχείριζον. ἔπεσον δὲ καὶ αὐτῶν τῶν Ἑλλήνων συχνοὶ ἐνθαῦτα, ἄλλοι τε καὶ Σικυώνιοι καὶ στρατηγὸς Περίλεως. [9.103.2] τῶν δὲ Σαμίων οἱ στρατευόμενοι, ἐόντες τε ἐν τῷ στρατοπέδῳ τῷ Μηδικῷ καὶ ἀπαραιρημένοι τὰ ὅπλα, ὡς εἶδον αὐτίκα κατ᾽ ἀρχὰς γινομένην ἑτεραλκέα τὴν μάχην, ἔρδον ὅσον ἐδυνέατο, προσωφελέειν ἐθέλοντες τοῖσι Ἕλλησι. Σαμίους δὲ ἰδόντες οἱ ἄλλοι Ἴωνες ἄρξαντας, οὕτω δὴ καὶ αὐτοὶ ἀποστάντες ἀπὸ Περσέων ἐπέθεντο τοῖσι βαρβάροισι. [9.104.1] Μιλησίοισι δὲ προσετέτακτο μὲν ‹ἐκ› τῶν Περσέων τὰς διόδους τηρέειν σωτηρίης εἵνεκά σφι, ὡς ἢν ἄρα σφέας καταλαμβάνῃ οἷά περ κατέλαβε, ἔχοντες ἡγεμόνας σῴζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης. ἐτάχθησαν μέν νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου τε εἵνεκεν καὶ ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι νεοχμὸν ποιέοιεν. οἱ δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου ἐποίεον, ἄλλας τε κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι, αἳ δὴ ἔφερον ἐς τοὺς πολεμίους, καὶ τέλος αὐτοί σφι ἐγίνοντο κτείνοντες πολεμιώτατοι. [9.105.1] οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ Περσέων ἀπέστη. ἐν δὲ ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων Ἑρμόλυκος ὁ Εὐθοίνου, ἀνὴρ παγκράτιον ἐπασκήσας. τοῦτον δὲ τὸν Ἑρμόλυκον κατέλαβε ὕστερον τούτων, πολέμου ἐόντος Ἀθηναίοισί τε καὶ Καρυστίοισι, ἐν Κύρνῳ τῆς Καρυστίης χώρης ἀποθανόντα ἐν μάχῃ κεῖσθαι ἐπὶ Γεραιστῷ. μετὰ δὲ Ἀθηναίους Κορίνθιοι καὶ Τροιζήνιοι καὶ Σικυώνιοι ἠρίστευσαν. |
[9.102.1] Λοιπόν οι Αθηναίοι κι όσοι είχαν παραταχτεί στην ίδια πτέρυγα μ᾽ αυτούς, κι έπιαναν περίπου το μισό μέτωπο, βάδιζαν στην ακρογιαλιά και σ᾽ ομαλό τόπο, ενώ οι Λακεδαιμόνιοι κι όσοι είχαν παραταχτεί στην πτέρυγά τους, μέσ᾽ από χαράδρα και βουνά· κι ενώ αυτοί επιχειρούσαν ακόμη την κυκλωτική κίνηση, η άλλη πτέρυγα είχε κιόλας μπει στη μάχη. [9.102.2] Λοιπόν, όσο ο φράχτης με τα γέρρα στεκόταν όρθιος, οι Πέρσες αντιστέκονταν κι αγωνίζονταν ως ίσοι με ίσους· απ᾽ τη στιγμή όμως που ο στρατός των Αθηναίων κι αυτών που βρίσκονταν στην πτέρυγά τους, για να έχουν να λένε πως δικό τους ήταν το κατόρθωμα κι όχι των Λακεδαιμονίων, φιλοτιμώντας ο ένας τον άλλο ρίχτηκαν στη μάχη με μεγαλύτερο ενθουσιασμό, αποκεί και πέρα η εικόνα της μάχης διαφοροποιήθηκε πια. [9.102.3] Γιατί, αφού άνοιξαν ρήγμα στον φράχτη με τα γέρρα, ρίχτηκαν, πυκνή φάλαγγα, εναντίον των Περσών· κι αυτοί, αφού πρόβαλαν αντίσταση και κράτησαν άμυνα για αρκετή ώρα, στο τέλος τράπηκαν σε φυγή προς το τείχος. Κι οι Αθηναίοι κι οι Κορίνθιοι κι οι Σικυώνιοι και οι Τροιζήνιοι (γιατί μ᾽ αυτή τη σειρά παρατάχτηκαν ο ένας στο πλευρό του άλλου), τους καταδίωκαν όλοι μαζί και χύθηκαν μες στο τείχος ταυτόχρονα με τους βαρβάρους. Κι όταν και το τείχος κυριεύτηκε, οι βάρβαροι έχασαν κάθε διάθεση για αγώνα και το ᾽βαλαν στα πόδια, όλοι οι άλλοι εκτός απ᾽ τους Πέρσες. [9.102.4] Ωστόσο αυτοί σχημάτιζαν μικρές μονάδες κι έδιναν μάχη με τους Έλληνες που ολοένα ξεχύνονταν στο τείχος. Κι απ᾽ τους στρατηγούς των Περσών δύο γλίτωσαν, ενώ δύο σκοτώθηκαν· ο Αρταΰντης κι ο Ιθαμίτρης, στρατηγοί του ναυτικού γλιτώνουν, ενώ ο Μαρδόντης κι ο στρατηγός του πεζικού Τιγράνης σκοτώνονται πολεμώντας. |