ΚΗΡΥΞ
ὦ πάντες ἀστοί, —νῦν γὰρ οὕτω ταῦτ᾽ ἔχει—,
835χωρεῖτ᾽, ἐπείγεσθ᾽ εὐθὺ τῆς στρατηγίδος,
ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
φράσῃ καθ᾽ ἕκαστον ἄνδρ᾽ ὅποι δειπνήσετε·
ὡς αἱ τράπεζαί γ᾽ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
840κλῖναί τε σισυρῶν καὶ δαπίδων νενημέναι.
κρατῆρας ἐγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶσ᾽ ἐφεξῆς· τὰ τεμάχη ῥιπίζεται,
λαγῷ᾽ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφανοι πλέκονται, φρύγεται τραγήματα,
845χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
Σμοῖος δ᾽ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδα
ἔχων, καχάζων μεθ᾽ ἑτέρου νεανίου·
850ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
πρὸς ταῦτα χωρεῖθ᾽, ὡς ὁ τὴν μᾶζαν φέρων
ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
ΑΝ. οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ᾽ ἔχων
ἐνταῦθ᾽, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
855ΧΡ. καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
ΑΝ. ἐπὶ δεῖπνον. ΧΡ. οὐ δῆτ᾽, ἤν γ᾽ ἐκείναις νοῦς ἐνῇ,
πρίν γ᾽ ‹ἂν› ἀπενέγκῃς. ΑΝ. ἀλλ᾽ ἀποίσω. ΧΡ. πηνίκα;
ΑΝ. οὐ τοὐμόν, ὦ τᾶν, ἐμποδὼν ἔσται. ΧΡ. τί δή;
ΑΝ. ἑτέρους ἀποίσειν φήμ᾽ ἔθ᾽ ὑστέρους ἐμοῦ.
860ΧΡ. βαδιεῖ δὲ δειπνήσων ὅμως; ΑΝ. τί γὰρ πάθω;
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
τοὺς εὖ φρονοῦντας. ΧΡ. ἢν δὲ κωλύσωσι, τί;
ΑΝ. ὁμόσ᾽ εἶμι κύψας. ΧΡ. ἢν δὲ μαστιγῶσι, τί;
ΑΝ. καλούμεθ᾽ αὐτάς. ΧΡ. ἢν δὲ καταγελῶσι, τί;
865ΑΝ. ἐπὶ ταῖς θύραις ἕστως— ΧΡ. τί δράσεις; εἰπέ μοι.
ΑΝ. τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
ΧΡ. βάδιζε τοίνυν ὕστερος· σὺ δ᾽, ὦ Σίκων
καὶ Παρμένων, αἴρεσθε τὴν παμπησίαν.
ΑΝ. φέρε νυν ἐγώ σοι ξυμφέρω. ΧΡ. μὴ μηδαμῶς.
870δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
ΑΝ. νὴ τὸν Δία, δεῖ γοῦν μηχανήματός τινος,
ὅπως τὰ μὲν ὄντα χρήμαθ᾽ ἕξω, τοισδεδὶ
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον
ὁμόσ᾽ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
ΧΟΡΟΥ
|