ΜΕ. ἐγὼ σὸν οὔτ᾽ ἂν προσπεσεῖν τλαίην γόνυ
οὔτ᾽ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
950καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
ἐν ξυμφοραῖσι δάκρυ᾽ ἀπ᾽ ὀφθαλμῶν βαλεῖν.
ἀλλ᾽ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
αἱρήσομαι ᾽γὼ πρόσθε τῆς εὐψυχίας.
ἀλλ᾽, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῶσαι ξένον
955ζητοῦντά γ᾽ ὀρθῶς ἀπολαβεῖν δάμαρτ᾽ ἐμήν,
ἀπόδος τε καὶ πρὸς σῶσον· εἰ δὲ μὴ δοκεῖ,
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῆι.
ἃ δ᾽ ἄξι᾽ ἡμῶν καὶ δίκαι᾽ ἡγούμεθα
960καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδ᾽ ἀμφὶ μνῆμα σοῦ πατρὸς πεσών·
Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σώιζειν ἐμοί.
965οἶδ᾽ οὕνεχ᾽ ἡμῖν οὔποτ᾽ ἀποδώσεις θανών·
ἀλλ᾽ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
ὦ νέρτερ᾽ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
970ὃς πόλλ᾽ ἐδέξω τῆσδ᾽ ἕκατι σώματα
πεσόντα τὠμῶι φασγάνωι, μισθὸν δ᾽ ἔχεις·
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν
ἢ τήνδ᾽ ἀνάγκασόν γ᾽ ἔτ᾽ εὐσεβοῦς πατρὸς
κρείσσω φανεῖσαν †τἄμ᾽ ἀποδοῦναι† λέχη.
975εἰ δ᾽ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων φράσω.
ὅρκοις κεκλήιμεθ᾽, ὡς μάθηις, ὦ παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῶι συγγόνωι,
κἀκεῖνον ἢ ᾽μὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
980ἢν δ᾽ ἐς μὲν ἀλκὴν μὴ πόδ᾽ ἀντιθῆι ποδί,
λιμῶι δὲ θηρᾶι τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ᾽ ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου ᾽πὶ νώτοις τοῦδ᾽, ἵν᾽ αἵματος ῥοαὶ
985τάφου καταστάζωσι· κεισόμεσθα δὲ
νεκρὼ δύ᾽ ἑξῆς τῶιδ᾽ ἐπὶ ξεστῶι τάφωι,
ἀθάνατον ἄλγος σοί, ψόγον δὲ σῶι πατρί.
οὐ γὰρ γαμεῖ τήνδ᾽ οὔτε σύγγονος σέθεν
οὔτ᾽ ἄλλος οὐδείς· ἀλλ᾽ ἐγώ σφ᾽ ἀπάξομαι
990εἰ μὴ πρὸς οἴκους δυνάμεθ᾽ ἀλλὰ πρὸς νεκρούς.
τί ταῦτα; δακρύοις εἰς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
κτεῖν᾽, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
995ἵν᾽ ἦις δικαία καὶ δάμαρτ᾽ ἐμὴν λάβω.
ΧΟ. ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
οὕτω δὲ κρῖνον ὡς ἅπασιν ἁνδάνηις.
|