Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (9.86.1-9.89.4)
[9.86.1] Ὡς δ᾽ ἄρα ἔθαψαν τοὺς νεκροὺς ἐν Πλαταιῇσι οἱ Ἕλληνες, αὐτίκα βουλευομένοισί σφι ἐδόκεε στρατεύεσθαι ἐπὶ τὰς Θήβας καὶ ἐξαιτέειν αὐτῶν τοὺς μηδίσαντας, ἐν πρώτοισι δὲ αὐτῶν Τιμηγενίδην καὶ Ἀτταγῖνον, οἳ ἀρχηγέται ἀνὰ πρώτους ἦσαν· ἢν δὲ μὴ ἐκδιδῶσι, μὴ ἀπανίστασθαι ἀπὸ τῆς πόλιος πρότερον ἢ ἐξέλωσι. [9.86.2] ὡς δέ σφι ταῦτα ἔδοξε, οὕτω δὴ ἑνδεκάτῃ ἡμέρῃ ἀπὸ τῆς συμβολῆς ἀπικόμενοι ἐπολιόρκεον Θηβαίους, κελεύοντες ἐκδιδόναι τοὺς ἄνδρας· οὐ βουλομένων δὲ τῶν Θηβαίων ἐκδιδόναι τήν τε γῆν αὐτῶν ἔταμνον καὶ προσέβαλλον πρὸς τὸ τεῖχος. [9.87.1] καὶ οὐ γὰρ ἐπαύοντο σινόμενοι, εἰκοστῇ ἡμέρῃ ἔλεξε τοῖσι Θηβαίοισι Τιμηγενίδης τάδε· Ἄνδρες Θηβαῖοι, ἐπειδὴ οὕτω δέδοκται τοῖσι Ἕλλησι, μὴ πρότερον ἀπαναστῆναι πολιορκέοντας ἢ ἐξέλωσι Θήβας ἢ ἡμέας αὐτοῖσι παραδῶτε, νῦν ὦν ἡμέων εἵνεκα γῆ ἡ Βοιωτίη πλέω μὴ ἀναπλήσῃ, [9.87.2] ἀλλ᾽ εἰ μὲν χρημάτων χρηίζοντες πρόσχημα ἡμέας ἐξαιτέονται, χρήματά σφι δῶμεν ἐκ τοῦ κοινοῦ (σὺν γὰρ τῷ κοινῷ καὶ ἐμηδίσαμεν οὐδὲ μοῦνοι ἡμεῖς), εἰ δὲ ἡμέων ἀληθέως δεόμενοι πολιορκέουσι, ἡμεῖς ἡμέας αὐτοὺς ἐς ἀντιλογίην παρέξομεν. κάρτα τε ἔδοξε εὖ λέγειν καὶ ἐς καιρόν, αὐτίκα τε ἐπεκηρυκεύοντο πρὸς Παυσανίην οἱ Θηβαῖοι θέλοντες ἐκδιδόναι τοὺς ἄνδρας. [9.88.1] ὡς δὲ ὡμολόγησαν ἐπὶ τούτοισι, Ἀτταγῖνος μὲν ἐκδιδρήσκει ἐκ τοῦ ἄστεος, παῖδας δὲ αὐτοῦ ἀπαχθέντας Παυσανίης ἀπέλυσε τῆς αἰτίης, φὰς τοῦ μηδισμοῦ παῖδας οὐδὲν εἶναι μεταιτίους. τοὺς δὲ ἄλλους ἄνδρας τοὺς ἐξέδοσαν οἱ Θηβαῖοι, οἱ μὲν ἐδόκεον ἀντιλογίης τε κυρήσειν καὶ δὴ χρήμασι ἐπεποίθεσαν διώσεσθαι· ὁ δὲ ὡς παρέλαβε, αὐτὰ ταῦτα ὑπονοέων τὴν στρατιὴν τὴν τῶν συμμάχων ἅπασαν ἀπῆκε καὶ ἐκείνους ἀγαγὼν ἐς Κόρινθον διέφθειρε. |
[9.86.1] Οι Έλληνες λοιπόν, αφού έθαψαν τους νεκρούς τους στις Πλαταιές, έκαναν αμέσως σύσκεψη κι αποφάσισαν να εκστρατεύσουν εναντίον των Θηβών και ν᾽ απαιτήσουν να τους παραδώσουν τους συμπολίτες τους που μήδισαν, και πρώτιστα τον Τιμαγενίδα και τον Ατταγίνο, που ήταν ανάμεσα στους πρώτους ηγέτες τους· κι αν δεν τους παραδώσουν, να μη το κουνήσουν απ᾽ την πόλη τους προτού την κυριέψουν. [9.86.2] Πήραν αυτή την απόφαση και κατόπιν, την ενδέκατη μέρα μετά τη μάχη, πήγαν στις Θήβες και τις πολιορκούσαν, αξιώνοντας να τους παραδώσουν αυτούς που αναφέραμε· επειδή όμως οι Θηβαίοι δε δέχονταν να τους παραδώσουν, ρήμαζαν την ύπαιθρό τους κι έκαναν εφόδους στα τείχη τους. |