Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (9.76.1-9.79.2)
[9.76.1] Ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι, ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος· ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας, ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω, κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ αἱ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων, καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας, ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα, ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε· [9.76.2] Ὦ βασιλεῦ Σπάρτης, ῥῦσαί με τὴν ἱκέτιν αἰχμαλώτου δουλοσύνης. σὺ γὰρ καὶ ἐς τόδε ὤνησας τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας. εἰμὶ δὲ γένος μὲν Κῴη, θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω. βίῃ δέ με λαβὼν ἐκ Κῶ εἶχε ὁ Πέρσης. ὁ δὲ ἀμείβεται τοῖσδε· [9.76.3] Γύναι, θάρσει καὶ ὡς ἱκέτις καὶ εἰ δὴ πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ Ἡγητορίδεω τοῦ Κῴου, ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων ταῦτα δὲ εἴπας τότε μιν ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι, ὕστερον δὲ ἀπέπεμψε ἐς Αἴγιναν, ἐς τὴν αὐτὴ ἤθελε [ἀπικέσθαι]. [9.77.1] μετὰ δὲ τὴν ἄπιξιν τῆς γυναικὸς αὐτίκα μετὰ ταῦτα ἀπίκοντο Μαντινέες ἐπ᾽ ἐξεργασμένοισι· μαθόντες δὲ ὅτι ὕστεροι ἥκουσι τῆς συμβολῆς, συμφορὴν ἐποιεῦντο μεγάλην ἄξιοί τε ἔφασαν εἶναι σφέας ζημιῶσαι. [9.77.2] πυνθανόμενοι δὲ τοὺς Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας, τούτους ἐδίωκον μέχρι Θεσσαλίης· Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας διώκειν. οἱ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς. [9.77.3] μετὰ δὲ Μαντινέας ἧκον Ἠλεῖοι, καὶ ὡσαύτως οἱ Ἠλεῖοι τοῖσι Μαντινεῦσι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο· ἀπελθόντες δὲ καὶ οὗτοι τοὺς ἡγεμόνας ἐδίωξαν. τὰ κατὰ Μαντινέας μὲν καὶ Ἠλείους τοσαῦτα· [9.78.1] ἐν δὲ Πλαταιῇσι ἐν τῷ στρατοπέδῳ τῶν Αἰγινητέων ἦν Λάμπων ὁ Πυθέω, Αἰγινητέων ‹ἐὼν› τὰ πρῶτα· ὃς ἀνοσιώτατον ἔχων λόγον ἵετο πρὸς Παυσανίην, ἀπικόμενος δὲ σπουδῇ ἔλεγε τάδε· [9.78.2] Ὦ παῖ Κλεομβρότου, ἔργον ἔργασταί τοι ὑπερφυὲς μέγαθός τε καὶ κάλλος, καί τοι θεὸς παρέδωκε ῥυσάμενον τὴν Ἑλλάδα κλέος καταθέσθαι μέγιστον Ἑλλήνων τῶν ἡμεῖς ἴδμεν. σὺ δὲ καὶ τὰ λοιπὰ τὰ ἐπὶ τούτοισι ποίησον, ὅκως λόγος τέ σε ἔχῃ ἔτι μέζων καί τις ὕστερον φυλάσσηται τῶν βαρβάρων μὴ ὑπάρχειν ἔργα ἀτάσθαλα ποιέων ἐς τοὺς Ἕλληνας. [9.78.3] Λεωνίδεω γὰρ ἀποθανόντος ἐν Θερμοπύλῃσι Μαρδόνιός τε καὶ Ξέρξης ἀποταμόντες τὴν κεφαλὴν ἀνεσταύρωσαν· τῷ σὺ τὴν ὁμοίην ἀποδιδοὺς ἔπαινον ἕξεις πρῶτα μὲν ὑπὸ πάντων Σπαρτιητέων, αὖτις δὲ καὶ πρὸς τῶν ἄλλων Ἑλλήνων· Μαρδόνιον γὰρ ἀνασκολοπίσας τετιμωρήσεαι ἐς πάτρων τὸν σὸν Λεωνίδην. ὁ μὲν δοκέων χαρίζεσθαι ἔλεγε τάδε, ὁ δ᾽ ἀνταμείβετο τοισίδε· [9.79.1] Ὦ ξεῖνε Αἰγινῆτα, τὸ μὲν εὐνοέειν τε καὶ προορᾶν ἄγαμαί σευ, γνώμης μέντοι ἡμάρτηκας χρηστῆς· ἐξάρας γάρ με ὑψοῦ καὶ τὴν πάτρην καὶ τὸ ἔργον, ἐς τὸ μηδὲν κατέβαλες παραινέων νεκρῷ λυμαίνεσθαι, καὶ ἢν ταῦτα ποιέω, φὰς ἄμεινόν με ἀκούσεσθαι· τὰ πρέπει μᾶλλον βαρβάροισι ποιέειν ἤ περ Ἕλλησι· κἀκείνοισι δὲ ἐπιφθονέομεν. [9.79.2] ἐγὼ δ᾽ ὦν τούτου εἵνεκα μήτε Αἰγινήτῃσι ἅδοιμι μήτε τοῖσι ταῦτα ἀρέσκεται, ἀποχρᾷ τέ μοι Σπαρτιήτῃσι ἀρεσκόμενον ὅσια μὲν ποιέειν, ὅσια δὲ καὶ λέγειν. Λεωνίδῃ δέ, τῷ με κελεύεις τιμωρῆσαι, φημὶ μεγάλως τετιμωρῆσθαι, ψυχῇσί τε τῇσι τῶνδε ἀναριθμήτοισι τετίμηται αὐτός τε καὶ οἱ ἄλλοι οἱ ἐν Θερμοπύλῃσι τελευτήσαντες. σὺ μέντοι ἔτι ἔχων λόγον τοιόνδε μήτε προσέλθῃς ἔμοιγε μήτε συμβουλεύσῃς, χάριν τε ἴσθι ἐὼν ἀπαθής. |
[9.76.1] Κι οι βάρβαροι κείτονταν στις Πλαταιές θερισμένοι απ᾽ τα χέρια των Ελλήνων, όταν παρουσιάστηκε στον Παυσανία μια γυναίκα που αυτομόλησε· ετούτη, μόλις έμαθε πως είχαν πάθει πανωλεθρία οι Πέρσες και νικούσαν οι Έλληνες (κι ήταν παλλακίδα του Πέρση Φαρανδάτη, γιου του Τεάσπη), στολίστηκε με ολόχρυσα κοσμήματα κι η ίδια κι οι γυναίκες της ακολουθίας της και με την πιο όμορφη φορεσιά απ᾽ όσες είχε μαζί της, κατέβηκε απ᾽ την άμαξα και κατευθύνθηκε προς τους Λακεδαιμονίους, που ακόμα δεν είχαν σταματήσει τη σφαγή. Και, βλέποντας πως ο Παυσανίας είχε το γενικό πρόσταγμα και ξέροντας από προηγουμένως τ᾽ όνομά του και την πατρίδα του, αφού πολλές φορές τα ᾽χε ακούσει, αναγνωρίζοντας τον Παυσανία αγκάλιασε τα γόνατά του κι έλεγε τα εξής: [9.76.2] «Βασιλιά της Σπάρτης, σου προσπέφτω ικέτης, σώσε με απ᾽ τη σκλαβιά, όπου έπεσα ύστερ᾽ από αιχμαλωσία, μια και μου έδωσες κιόλας αυτή τη χαρά με το ν᾽ αφανίσεις τούτους εδώ που δε σέβονται ούτε θεό ούτε δαίμονα. Η γενιά μου κρατά απ᾽ την Κω, κι είμαι θυγατέρα του Ηγητορίδα, του γιου του Ανταγόρα. Ο Πέρσης μ᾽ έχει αφού μ᾽ άρπαξε με τη βία απ᾽ την Κω». Κι εκείνος της αποκρίθηκε: [9.76.3] «Κυρία μου, διώξε το φόβο απ᾽ την ψυχή σου, μια και είσαι ικέτης, αλλά και για έναν λόγο ακόμα· αν τυχαίνει να λες την αλήθεια κι είσαι θυγατέρα του Ηγητορίδα από την Κω, ε, αυτός τυχαίνει να ᾽ναι ο πρώτος φίλος ανάμεσα σ᾽ όλους όσοι ζουν σ᾽ εκείνα τα μέρη». Μ᾽ αυτά τα λόγια τότε την εμπιστεύτηκε στους εφόρους που τον συνόδευαν κι αργότερα την έστειλε στην Αίγινα, κατά την επιθυμία της. |