Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΘΟΥΚΥΔΙΔΗΣ
Ἱστορίαι (7.14.4-7.17.4)
[7.14.4] «Τούτων ἐγὼ ἡδίω μὲν ἂν εἶχον ὑμῖν ἕτερα ἐπιστέλλειν, οὐ μέντοι χρησιμώτερά γε, εἰ δεῖ σαφῶς εἰδότας τὰ ἐνθάδε βουλεύσασθαι. καὶ ἅμα τὰς φύσεις ἐπιστάμενος ὑμῶν, βουλομένων μὲν τὰ ἥδιστα ἀκούειν, αἰτιωμένων δὲ ὕστερον, ἤν τι ὑμῖν ἀπ᾽ αὐτῶν μὴ ὁμοῖον ἐκβῇ, ἀσφαλέστερον ἡγησάμην τὸ ἀληθὲς δηλῶσαι. [7.15.1] καὶ νῦν ὡς ἐφ᾽ ἃ μὲν ἤλθομεν τὸ πρῶτον καὶ τῶν στρατιωτῶν καὶ τῶν ἡγεμόνων ὑμῖν μὴ μεμπτῶν γεγενημένων, οὕτω τὴν γνώμην ἔχετε· ἐπειδὴ δὲ Σικελία τε ἅπασα ξυνίσταται καὶ ἐκ Πελοποννήσου ἄλλη στρατιὰ προσδόκιμος αὐτοῖς, βουλεύεσθε ἤδη ὡς τῶν γ᾽ ἐνθάδε μηδὲ τοῖς παροῦσιν ἀνταρκούντων, ἀλλ᾽ ἢ τούτους μεταπέμπειν δέον ἢ ἄλλην στρατιὰν μὴ ἐλάσσω ἐπιπέμπειν καὶ πεζὴν καὶ ναυτικὴν καὶ χρήματα μὴ ὀλίγα, ἐμοὶ δὲ διάδοχόν τινα, ὡς ἀδύνατός εἰμι διὰ νόσον νεφρῖτιν παραμένειν. [7.15.2] ἀξιῶ δ᾽ ὑμῶν ξυγγνώμης τυγχάνειν· καὶ γὰρ ὅτ᾽ ἐρρώμην πολλὰ ἐν ἡγεμονίαις ὑμᾶς εὖ ἐποίησα. ὅτι δὲ μέλλετε, ἅμα τῷ ἦρι εὐθὺς καὶ μὴ ἐς ἀναβολὰς πράσσετε, ὡς τῶν πολεμίων τὰ μὲν ἐν Σικελίᾳ δι᾽ ὀλίγου ποριουμένων, τὰ δ᾽ ἐκ Πελοποννήσου σχολαίτερον μέν, ὅμως δ᾽, ἢν μὴ προσέχητε τὴν γνώμην, τὰ μὲν λήσουσιν ὑμᾶς, ὥσπερ καὶ πρότερον, τὰ δὲ φθήσονται.» |
[7.14.4] Θα μπορούσα, ίσως, να σας μηνύσω άλλα πράγματα, πιο ευχάριστα, αλλά όχι πιο χρήσιμα, αφού πρέπει να πάρετε αποφάσεις ξέροντας καλά την εδώ κατάσταση. Επειδή, όμως, ξέρω τον χαρακτήρα σας —θέλετε ν᾽ ακούτε ευχάριστα λόγια, αλλά μετά αναζητείτε υπευθύνους αν τ᾽ αποτελέσματα δεν συμφωνούν με τα λόγια— γι᾽ αυτό έκρινα ασφαλέστερο να σας πω την αλήθεια. |