Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (9.41.1-9.49.3)

[9.41.1] Μέχρι μέν νυν τῶν δέκα ἡμερέων οὐδὲν ἐπὶ πλεῦν ἐγίνετο τούτων· ὡς δὲ ἑνδεκάτη ἐγεγόνεε ἡμέρη ἀντικατημένοισι ἐν Πλαταιῇσι, οἵ τε δὴ Ἕλληνες πολλῷ πλεῦνες ἐγεγόνεσαν καὶ Μαρδόνιος περιημέκτεε τῇ ἕδρῃ, ἐνθαῦτα ἐς λόγους ἦλθον Μαρδόνιός τε ὁ Γωβρύεω καὶ Ἀρτάβαζος ὁ Φαρνάκεος, ὃς ἐν ὀλίγοισι Περσέων ἦν ἀνὴρ δόκιμος παρὰ Ξέρξῃ. [9.41.2] βουλευομένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι, ἡ μὲν [γὰρ] Ἀρταβάζου ὡς χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι ἐς τὸ τεῖχος τὸ Θηβαίων, ἔνθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι, κατ᾽ ἡσυχίην τε ἱζομένους διαπρήσσεσθαι ποιεῦντας τάδε· [9.41.3] ἔχειν γὰρ χρυσὸν πολλὸν μὲν ἐπίσημον, πολλὸν δὲ καὶ ἄσημον, πολλὸν δὲ ἄργυρόν τε καὶ ἐκπώματα· τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς τοὺς Ἕλληνας, Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας ἐν τῇσι πόλισι, καὶ ταχέως σφέας παραδώσειν τὴν ἐλευθερίην, μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας. [9.41.4] τούτου μὲν ἡ αὐτὴ ἐγίνετο καὶ Θηβαίων γνώμη, ὡς προειδότος πλεῦν τι καὶ τούτου, Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ οὐδαμῶς συγγινωσκομένη· δοκέειν τε γὰρ πολλῷ κρέσσω εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς, συμβάλλειν τε τὴν ταχίστην μηδὲ περιορᾶν συλλεγομένους ἔτι πλεῦνας τῶν συλλελεγμένων, τά τε σφάγια τὰ Ἡγησιστράτου ἐᾶν χαίρειν μηδὲ βιάζεσθαι, ἀλλὰ νόμῳ τῷ Περσέων χρεωμένους συμβάλλειν. [9.42.1] τούτου δὲ οὕτω δικαιεῦντος ἀντέλεγε οὐδείς, ὥστε ἐκράτεε τῇ γνώμῃ· τὸ γὰρ κράτος εἶχε τῆς στρατιῆς οὗτος ἐκ βασιλέος, ἀλλ᾽ οὐκ Ἀρτάβαζος. μεταπεμψάμενος ὦν τοὺς ταξιάρχους τῶν τελέων καὶ τῶν μετ᾽ ἑωυτοῦ ἐόντων Ἑλλήνων τοὺς στρατηγοὺς εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ Περσέων ὡς διαφθερέονται ἐν τῇ Ἑλλάδι. [9.42.2] σιγώντων δὲ τῶν ἐπικλήτων, τῶν μὲν οὐκ εἰδότων τοὺς χρησμούς, τῶν δὲ εἰδότων μέν, ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν, αὐτός γε Μαρδόνιος ἔλεγε· Ἐπεὶ τοίνυν ὑμεῖς ἢ ἴστε οὐδὲν ἢ οὐ τολμᾶτε λέγειν, ἀλλ᾽ ἐγὼ ἐρέω ὡς εὖ ἐπιστάμενος. [9.42.3] ἔστι λόγιον ὡς χρεόν ἐστι Πέρσας ἀπικομένους ἐς τὴν Ἑλλάδα διαρπάσαι τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι, μετὰ δὲ τὴν διαρπαγὴν ἀπολέσθαι πάντας. ἡμεῖς τοίνυν αὐτὸ τοῦτο ἐπιστάμενοι οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο οὔτε ἐπιχειρήσομεν διαρπάζειν, ταύτης τε εἵνεκα τῆς αἰτίης οὐκ ἀπολεόμεθα. [9.42.4] ὥστε ὑμέων ὅσοι τυγχάνουσι εὔνοοι ἐόντες Πέρσῃσι, ἥδεσθε τοῦδε εἵνεκα ὡς περιεσομένους ἡμέας Ἑλλήνων. ταῦτά σφι εἴπας δεύτερα ἐσήμαινε παραρτέεσθαί τε πάντα καὶ εὐκρινέα ποιέεσθαι ὡς ἅμα ἡμέρῃ τῇ ἐπιούσῃ συμβολῆς ἐσομένης. [9.43.1] τοῦτον δ᾽ ἔγωγε τὸν χρησμόν, τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν, ἐς Ἰλλυριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον, ἀλλ᾽ οὐκ ἐς Πέρσας. ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην ἐστὶ πεποιημένα,
[9.43.2] τὴν δ᾽ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ
Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,
τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε
τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ,
ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίου ἔχοντα οἶδα ἐς Πέρσας. ὁ δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ Τανάγρης τε καὶ Γλίσαντος. [9.44.1] μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐς φυλακὰς ἐτάσσοντο. ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο καὶ ἡσυχίη τε ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ, τηνικαῦτα προσελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος ὁ Ἀμύντεω, στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων, ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν. [9.44.2] τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνες παρέμενον, οἱ δ᾽ ἔθεον ἐπὶ τοὺς στρατηγούς, ἐλθόντες δὲ ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπ᾽ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων, ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος, στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν. [9.45.1] οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, αὐτίκα εἵποντο ἐς τὰς φυλακάς. ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε· Ἄνδρες Ἀθηναῖοι, παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην, μή με καὶ διαφθείρητε· οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος. [9.45.2] αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον, καὶ ἀντ᾽ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα. λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι· πάλαι γὰρ ἂν ἐμάχεσθε. νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν, ἅμα ἡμέρῃ δὲ διαφαυσκούσῃ συμβολὴν ποιέεσθαι· καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε, ὡς ἐγὼ εἰκάζω. πρὸς ταῦτα ἑτοιμάζεσθε. ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιῆται, λιπαρέετε μένοντες· ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία. [9.45.3] ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ, μνησθῆναί τινα χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι, ὃς Ἑλλήνων εἵνεκα ἔργον οὕτω παράβολον ἔργασμαι ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν [ἐξαίφνης] οἱ βάρβαροι μὴ προσδεκομένοισί κω. εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών. ὁ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν· [9.46.1] οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου. ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε· [9.46.2] Ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται, ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ᾽ ὑμέας τεταγμένους Ἑλλήνων, τῶνδε εἵνεκα· ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖς δὲ ἄπειροί τέ εἰμεν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν· Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων, ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροί εἰμεν. [9.46.3] ἀλλ᾽ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας μὲν ἐς τόδε τὸ κέρας, ἡμέας δὲ ἐς τὸ εὐώνυμον. πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε· Καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπ᾽ ἀρχῆς, ἐπείτε εἴδομεν κατ᾽ ὑμέας τασσομένους τοὺς Πέρσας, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε· ἀλλὰ γὰρ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι. ἐπεὶ δ᾽ ὦν αὐτοὶ ἐμνήσθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοί εἰμεν ποιέειν ταῦτα. [9.47.1] ὡς δ᾽ ἤρεσκε ἀμφοτέροισι ταῦτα, ἠώς τε διέφαινε καὶ διαλλάσσοντο τὰς τάξις. γνόντες δὲ οἱ Βοιωτοὶ τὸ ποιεύμενον ἐξαγορεύουσι Μαρδονίῳ. ὁ δ᾽ ἐπείτε ἤκουσε, αὐτίκα μετιστάναι καὶ αὐτὸς ἐπειρᾶτο, παράγων τοὺς Πέρσας κατὰ τοὺς Λακεδαιμονίους. ὡς δὲ ἔμαθε τοῦτο τοιοῦτο γινόμενον ὁ Παυσανίης, γνοὺς ὅτι οὐ λανθάνει, ὀπίσω ἦγε τοὺς Σπαρτιήτας ἐπὶ τὸ δεξιὸν κέρας· ὣς δὲ αὕτως καὶ ὁ Μαρδόνιος ἐπὶ τοῦ εὐωνύμου. [9.48.1] ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις, πέμψας ὁ Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε· Ὦ Λακεδαιμόνιοι, ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων, ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε, μένοντές τε ἢ ἀπόλλυτε τοὺς ἐναντίους ἢ αὐτοὶ ἀπόλλυσθε. [9.48.2] τῶν δ᾽ ἄρ᾽ ἦν οὐδὲν ἀληθές· πρὶν γὰρ ἢ συμμεῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι, καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν, ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους. [9.48.3] ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα, ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν· προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι, ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον. νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου, ἀλλ᾽ ἡμεῖς ἄρξομεν. [9.48.4] τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς, ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι, πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα; καὶ ἢν μὲν δοκῇ καὶ τοὺς ἄλλους μάχεσθαι, οἱ δ᾽ ὦν μετέπειτα μαχέσθων ὕστεροι· εἰ δὲ καὶ μὴ δοκέοι ἀλλ᾽ ἡμέας μούνους ἀποχρᾶν, ἡμεῖς δὲ διαμαχεσόμεθα· ὁκότεροι δ᾽ ἂν ἡμέων νικήσωσι, τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν. [9.49.1] ὁ μὲν ταῦτα εἴπας τε καὶ ἐπισχὼν χρόνον, ὥς οἱ οὐδεὶς οὐδὲν ὑπεκρίνετο, ἀπαλλάσσετο ὀπίσω, ἀπελθὼν δὲ ἐσήμαινε Μαρδονίῳ τὰ καταλαβόντα. ὁ δὲ περιχαρὴς γενόμενος καὶ ἐπαρθεὶς ψυχρῇ νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺς Ἕλληνας. [9.49.2] ὡς δὲ ἐπήλασαν οἱ ἱππόται, ἐσίνοντο πᾶσαν τὴν στρατιὴν τὴν Ἑλληνικὴν ἐσακοντίζοντές τε καὶ ἐστοξεύοντες ὥστε ἱπποτοξόται τε ἐόντες καὶ προσφέρεσθαι ἄποροι· τήν τε κρήνην τὴν Γαργαφίην, ἀπ᾽ ἧς ὑδρεύετο πᾶν τὸ στράτευμα τὸ Ἑλληνικόν, συνετάραξαν καὶ συνέχωσαν. [9.49.3] ἦσαν μέν νυν κατὰ τὴν κρήνην Λακεδαιμόνιοι τεταγμένοι μοῦνοι, τοῖσι δὲ ἄλλοισι Ἕλλησι ἡ μὲν κρήνη πρόσω ἐγίνετο, ὡς ἕκαστοι ἔτυχον τεταγμένοι, ὁ δὲ Ἀσωπὸς ἀγχοῦ· ἐρυκόμενοι δὲ τοῦ Ἀσωποῦ οὕτω δὴ ἐπὶ τὴν κρήνην ἐφοίτων· ἀπὸ τοῦ ποταμοῦ γάρ σφι οὐκ ἐξῆν ὕδωρ φορέεσθαι ὑπό τε τῶν ἱππέων καὶ τοξευμάτων.

[9.41.1] Λοιπόν στις δέκα αυτές μέρες το μόνο που γινόταν ήταν αυτές οι επιχειρήσεις· κι όταν ήρθε η ενδέκατη μέρα αφότου οι αντίπαλοι είχαν παραταχτεί ο ένας απέναντι στον άλλο στις Πλαταιές, καθώς οι Έλληνες είχαν γίνει πολύ περισσότεροι κι έσπασαν τα νεύρα του Μαρδονίου να κάθεται άπραγος, τότε συσκέφθηκαν ο Μαρδόνιος, ο γιος του Γωβρύα, κι ο Αρτάβαζος, ο γιος του Φαρνάκη, που ο Ξέρξης τού έδειχνε εκτίμηση όση σε λίγους Πέρσες. [9.41.2] Και στη σύσκεψή τους διατυπώθηκαν οι ακόλουθες γνώμες: απ᾽ τη μια μεριά του Αρταβάζου, ότι πρέπει να σηκώσουν το στρατόπεδο κι όλος ο στρατός να πορευτεί όσο γίνεται πιο γρήγορα στο τείχος των Θηβαίων που είχε εφοδιαστεί με πολύ σιτάρι και χορτάρι για τα υποζύγια, και στρατοπεδεύοντας εκεί με την ησυχία τους να προωθήσουν την υπόθεσή τους ενεργώντας ως εξής· [9.41.3] χρυσάφι έχουν πολύ σε νόμισμα κι άλλο τόσο άκοπο, και πολλά ασημικά και ποτήρια· απ᾽ αυτά να στέλνουν αφειδώλευτα σε κάθε κατεύθυνση στις ελληνικές πόλεις, και πρωτίστως σ᾽ εκείνους από τους Έλληνες που έχουν στα χέρια τους την εξουσία της πόλης τους· κι εκείνοι θα παραδώσουν γρήγορα την ελευθερία τους — κι όχι να μπουν γι᾽ άλλη μια φορά στον κίνδυνο της μάχης. [9.41.4] Λοιπόν η γνώμη του συνέπεσε με τη γνώμη των Θηβαίων, μια που κι αυτουνού η πρόγνωση ήταν πιο σωστή· αλλά του Μαρδονίου η γνώμη ήταν πιο αλύγιστη κι αλαζονική και δε σήκωνε συζήτηση· γιατί αυτός πίστευε πως ο στρατός του ήταν πολύ ανώτερος από των Ελλήνων· λοιπόν, να δώσουν μάχη το ταχύτερο κι όχι ν᾽ αφήνουν τον εχθρό να συγκεντρώνει δύναμη ακόμη μεγαλύτερη απ᾽ όση είχε συγκεντρώσει· να πουν χαιρετίσματα στις θυσίες του Ηγησιστράτου κι ούτε να παν να βγάλουν μαντείες με το στανιό, αλλά να δώσουν μάχη ακολουθώντας τις περσικές παραδόσεις.
[9.42.1] Λοιπόν σ᾽ αυτό του τον αυταρχικό ισχυρισμό δεν πρόβαλε κανείς αντίρρηση, κι έτσι η γνώμη του επιβλήθηκε· γιατί αυτόν διόρισε ο βασιλιάς ηγέτη της στρατιάς κι όχι τον Αρτάβαζο. Κάλεσε λοιπόν τους διοικητές των μονάδων του και τους στρατηγούς των Ελλήνων που τον ακολουθούσαν και τους ρωτούσε αν είχαν υπόψη τους κάποιον χρησμό για τους Πέρσες, που είναι ν᾽ αφανιστούν στην Ελλάδα. [9.42.2] Οι προσκεκλημένοι του κρατούσαν το στόμα τους κλειστό, καθώς άλλοι απ᾽ αυτούς δεν είχαν υπόψη τους τούς χρησμούς κι άλλοι τους είχαν βέβαια υπόψη, αλλά πίστευαν πως είναι επικίνδυνο να μιλήσουν· έτσι ο ίδιος ο Μαρδόνιος έλεγε: «Λοιπόν, επειδή εσείς ή δε ξέρετε τίποτε ή δεν τολμάτε να μιλήσετε, θα μιλήσω εγώ που τα ξέρω καλά. [9.42.3] Υπάρχει χρησμός πως είναι γραφτό οι Πέρσες φτάνοντας στην Ελλάδα να λεηλατήσουν το μαντείο των Δελφών, κι ύστερ᾽ απ᾽ τη λεηλασία του θ᾽ αφανιστούν όλοι τους. Εμείς λοιπόν, γνωρίζοντάς τον καλά, ούτε θα βαδίσουμε εναντίον αυτού του μαντείου ούτε θα κάνουμε επιχείρηση λεηλασίας του, κι έτσι δε θ᾽ αφανιστούμε απ᾽ αυτό το λόγο. [9.42.4] Επομένως, όσοι από σας τυχαίνει να έχετε φιλικά αισθήματα για τους Πέρσες, να χαίρεστε αυτή τη χαρά, που εμείς θ᾽ αναδειχτούμε νικητές των Ελλήνων». Ύστερ᾽ απ᾽ αυτό το λόγο του έδωσε το παράγγελμα να κάνουν όλες τις προετοιμασίες και να τακτοποιήσουν τα πάντα όπως πρέπει, γιατί, μόλις χαράξει η επόμενη μέρα, θα δοθεί μάχη.
[9.43.1] Εκείνο που ξέρω εγώ είναι πως αυτός ο χρησμός που ο Μαρδόνιος είπε πως αφορά στους Πέρσες, είχε δοθεί για τους Ιλλυρίους και τον στρατό των Εγχελέων κι όχι για τους Πέρσες. Αλλά ο χρησμός του Βάκη που αφορούσε σ᾽ αυτή τη μάχη είναι ετούτος:
[9.43.2] … και των Ελλήνων σύναξη και βόγκους των βαρβάρων
στον ποταμό Θερμώδοντα και στ᾽ Ασωπού τις όχθες,
στη χλόη που ᾽ναι πνιγμένες,
όπου πολλοί θ᾽ αφανιστούν των τοξοφόρων Μήδων,
πιο πριν από τη μοίρα τους, πριν απ᾽ το ριζικό τους,
την ειμαρμένη μέρα.
Αυτός ο χρησμός κι άλλοι, παρόμοιοι μ᾽ αυτόν, ξέρω πως αφορούν στους Πέρσες. Κι ο ποταμός Θερμώδων κυλά ανάμεσα στην Τανάγρα και τον Γλίσαντα.
[9.44.1] Ύστερ᾽ απ᾽ την ερώτησή του για τους χρησμούς και την παραίνεση που απηύθυνε ο Μαρδόνιος, έπεσε η νύχτα και οι σκοποί πήραν τις θέσεις τους. Και καθώς η νύχτα είχε προχωρήσει πολύ κι είχες την εντύπωση ότι ησυχία βασίλευε πέρα για πέρα στα στρατόπεδα και πως τους στρατιώτες τούς έχει πάρει για τα καλά ο ύπνος, εκείνη την ώρα ο Αλέξανδρος, ο γιος του Αμύντα, που ήταν στρατηγός και βασιλιάς των Μακεδόνων, πλησίασε με τ᾽ άλογό του τις προφυλακές των Αθηναίων και ζητούσε και καλά να συναντήσει τους στρατηγούς τους. [9.44.2] Λοιπόν, οι περισσότεροι απ᾽ τους σκοπούς έμεναν στη θέση τους, ενώ άλλοι πήγαν τρεχάτοι στους στρατηγούς· κι όταν έφτασαν, τους έλεγαν πως ήρθε ένας καβαλάρης απ᾽ το στρατόπεδο των Μήδων, που δεν άνοιξε το στόμα του να πει τίποτ᾽ άλλο, παρά μόνο πως θέλει να συναντήσει τους στρατηγούς, αναφέροντάς τους ονομαστικά.
[9.45.1] Κι εκείνοι, όταν άκουσαν αυτά, αμέσως τους ακολούθησαν στις προφυλακές. Κι όταν έφτασαν, τους έλεγε ο Αλέξανδρος τα εξής: «Άνδρες Αθηναίοι, καταθέτω εμπιστευτικά στη φύλαξή σας αυτά τα λόγια, με την παράκληση να μείνουν απόρρητα, μονάχα στον Παυσανία να τα πείτε και σε κανέναν άλλο, για να μη με πάρετε στο λαιμό σας· γιατί δε θα μιλούσα, αν η έγνοια μου για ολόκληρη την Ελλάδα δεν ήταν μεγάλη. [9.45.2] Γιατί κι εγώ στην καταγωγή ανέκαθεν είμαι Έλληνας και δε θα ήθελα να βλέπω την Ελλάδα να χάσει τη λευτεριά της και να γίνει σκλάβα. Λέω λοιπόν πως στάθηκε αδύνατο οι θυσίες να δώσουν προγνωστικά που να ευφράνουν την ψυχή του Μαρδονίου και του στρατού του· γιατί, τότε, θα είχατε έρθει στα χέρια εδώ και καιρό. Λοιπόν, τώρα αποφάσισε να κάνει πέρα τις θυσίες και, με το χάραμα της μέρας, να δώσει μάχη· γιατί, όπως υποθέτω, τον έζωσε φόβος μήπως συναχτείτε περισσότεροι. Μ᾽ αυτά τα δεδομένα, αρχίστε τις ετοιμασίες. Και πάλι, αν ο Μαρδόνιος αναβάλει τη σύγκρουση και δεν την επιχειρήσει, κάντε κουράγιο μένοντας στη θέση σας· γιατί τα τρόφιμα που του έμειναν είναι για λίγες μέρες. [9.45.3] Κι αν το τέλος του πολέμου έρθει όπως το θέλει η καρδιά σας, κάποιοι ας φροντίσουν να ξαναδώσουν και σε μένα τη λευτεριά, εμένα που για χάρη της Ελλάδας έχω κάνει μια τέτοια αποκοτιά απ᾽ τη λαχτάρα μου, θέλοντας να σας κάνω φανερές τις προθέσεις του Μαρδονίου, για να μη πέσουν [ξαφνικά] οι βάρβαροι επάνω σας την ώρα που δεν το περιμένατε. Κι είμαι ο Αλέξανδρος ο Μακεδών». Αυτά είπε και γύρισε με τ᾽ άλογό του στο στρατόπεδο και στη θέση του.
[9.46.1] Κι οι στρατηγοί των Αθηναίων κατευθύνθηκαν στη δεξιά πτέρυγα κι ανέφεραν στον Παυσανία τα όσα άκουσαν απ᾽ τον Αλέξανδρο. Αυτόν, ακούοντας αυτά, τον έπιασε φόβος και τρόμος για τους Πέρσες κι έλεγε τα εξής: [9.46.2] «Λοιπόν, αφού η μάχη είναι να γίνει την αυγή, πρέπει εσείς οι Αθηναίοι να πάρετε θέση απέναντι απ᾽ τους Πέρσες κι εμείς απέναντι απ᾽ τους Βοιωτούς και τους Έλληνες που έχουν παραταχτεί απέναντί σας, για τον εξής λόγο: Εσείς ξέρετε τους Μήδους και το πώς πολεμούν, εφόσον πολεμήσατε στον Μαραθώνα, ενώ εμείς δεν έχουμε δοκιμάσει κι ούτε ξέρουμε αυτούς τους πολεμιστές· γιατί κανένας Σπαρτιάτης δεν έχει αναμετρηθεί με Μήδους, μας είναι όμως πολύ γνωστοί οι Βοιωτοί κι οι Θεσσαλοί. [9.46.3] Εμπρός λοιπόν, ας πάρουμε τα όπλα στα χέρια, κι εσείς να προχωρήσετε σ᾽ αυτήν εδώ την πτέρυγα κι εμείς στην αριστερή». Κι οι Αθηναίοι αποκρίθηκαν: «Κι εμάς, εδώ και καιρό, απ᾽ την πρώτη στιγμή που είδαμε τους Πέρσες να παίρνουν θέση απέναντί σας, πέρασε απ᾽ το μυαλό μας να σας κάνουμε την πρόταση που τώρα προλαβαίνοντάς μας μάς κάνετε· αλλά νά, φοβόμασταν μήπως η πρότασή μας σας δυσαρεστούσε. Αφού όμως εσείς τη φέρνετε στη μέση, η πρότασή σας μας χαροποιεί κι είμαστε πρόθυμοι να ενεργήσουμε σύμφωνα μ᾽ αυτήν».
[9.47.1] Και καθώς η πρόταση αυτή ικανοποιούσε και τα δυο μέρη κι ό,τι πρόβαλλε η αυγή, άλλαζαν αμοιβαία τη θέση τους στην παράταξη. Κι οι Βοιωτοί αντιλήφτηκαν τί τρέχει και στέλνουν μήνυμα στον Μαρδόνιο. Κι εκείνος, με το που τ᾽ άκουσε, αμέσως επιχείρησε κι αυτός ν᾽ αλλάξει θέση, οδηγώντας τους Πέρσες έτσι που να έρθουν αντιμέτωποι στους Λακεδαιμονίους. Κι όταν ο Παυσανίας αντιλήφτηκε αυτή την κίνηση, το πήρε απόφαση πως ο εχθρός τον παρακολουθεί κι οδηγούσε τους Σπαρτιάτες πάλι πίσω, στη δεξιά πτέρυγά του· κι ο Μαρδόνιος επίσης, στην αριστερή πτέρυγά του.
[9.48.1] Κι όταν ξαναπήραν τις αρχικές τους θέσεις, ο Μαρδόνιος έστειλε κήρυκα στους Σπαρτιάτες κι έλεγε τα εξής: «Λακεδαιμόνιοι, ο κόσμος που ζει στα μέρη αυτά έχει να λέει ότι είστε τα πρώτα παλικάρια και σας καμαρώνουν που δεν ξέρετε τί θα πει φυγή στον πόλεμο κι ούτε εγκαταλείπετε τη θέση σας, αλλά, πως μένοντας σ᾽ αυτή ή σκοτώνετε τον εχθρό ή σκοτώνεστε εσείς οι ίδιοι. [9.48.2] Όμως όλ᾽ αυτά ήταν ψέματα· γιατί, πριν καν συμπλακούμε κι έρθουμε στα χέρια, νά που σας είδαμε να τρέπεστε σε φυγή και να εγκαταλείπετε τη θέση σας και ν᾽ αναθέτετε την κρίσιμη αναμέτρηση μ᾽ εμάς στους Αθηναίους κι εσείς να παίρνετε θέση απέναντι στους δούλους μας. [9.48.3] Αυτά τα καμώματα δεν ταιριάζουν σε αντρειωμένους πολεμιστές, αλλά διαψευστήκαμε απόλυτα στις εκτιμήσεις μας για σας· γιατί, ενώ η φήμη σας μας έκανε να προσδοκούμε πως όπου να ᾽ναι θα στέλνατε κήρυκα σε μας να μας προκαλέσετε, εκφράζοντας την επιθυμία να δώσετε μάχη μόνο με τους Πέρσες, κι ήμασταν έτοιμοι να τη δεχτούμε, διαπιστώσαμε πως κάθε άλλο παρά τέτοιες προτάσεις κάνετε και πως μάλλον ζαρώνετε από φόβο. Τώρα, επειδή δεν πήρατε την πρωτοβουλία να κάνετε αυτή την πρόταση, παίρνουμε λοιπόν την πρωτοβουλία εμείς. [9.48.4] Εμπρός, να αναμετρηθούμε, απ᾽ τη μεριά των Ελλήνων εσείς (μια και έχετε τη φήμη πως είστε τα πρώτα παλικάρια), κι απ᾽ τους βαρβάρους εμείς, με ίσο αριθμό αντρών. Κι αν οι υπόλοιποι αποφασίσουν να πολεμήσουν κι αυτοί, να μπουν σε μάχη αργότερα, μετά απ᾽ τη δική μας, αν όμως δεν τ᾽ αποφασίσουν, αλλά πουν να περιοριστεί η μάχη ανάμεσά μας, πάει καλά, εμείς θα συγκρουστούμε· κι όποιος απ᾽ τους δυο μας βγει νικητής, θα είναι σα να νίκησε συνολικά ο στρατός του».
[9.49.1] Αυτά είπε λοιπόν ο κήρυκας και περίμενε αρκετή ώρα· καθώς όμως κανείς δεν του έδινε απάντηση, γύρισε πίσω, κι επιστρέφοντας ανακοίνωσε στον Μαρδόνιο το τί συνέβη. Κι αυτός πέταξε απ᾽ τη χαρά του, τα μυαλά του πήραν αέρα απ᾽ αυτή τη χωρίς αντίκρισμα νίκη κι έριξε το ιππικό του εναντίον των Ελλήνων. [9.49.2] Κι όταν οι ιππείς έκαναν επέλαση, προκαλούσαν απώλειες σ᾽ όλο τον ελληνικό στρατό (καθώς ήταν ιπποτοξότες, έριχναν και ακόντια και βέλη κι ήταν απροσπέλαστοι)· και την πηγή τη Γαργαφία, απ᾽ την οποία υδρευόταν όλος ο ελληνικός στρατός, τη θόλωσαν και την παράχωσαν. [9.49.3] Γύρω απ᾽ την πηγή είχαν παραταχτεί μονάχα Λακεδαιμόνιοι, ενώ για τους άλλους Έλληνες η πηγή βρισκόταν σε απόσταση, ανάλογα με το πού έτυχε να έχει παραταχτεί ο καθένας, ενώ τον Ασωπό τον είχαν κοντά τους· αλλά, επειδή εμποδίζονταν να πάρουν νερό απ᾽ τον Ασωπό, πήγαιναν και ξαναπήγαιναν στην πηγή· γιατί οι ιππείς και οι βολές τους καθιστούσαν αδύνατη την ύδρευση απ᾽ το ποτάμι.