ΧΡ. οἴσουσιν, ὦ τᾶν. ΑΝ. ἢν δὲ μὴ κομίσωσι, τί;
800ΧΡ. ἀμέλει, κομιοῦσιν. ΑΝ. ἢν δὲ κωλύωσι, τί;
ΧΡ. μαχούμεθ᾽ αὐτοῖς. ΑΝ. ἢν δὲ κρείττους ὦσι, τί;
ΧΡ. ἄπειμ᾽ ἐάσας. ΑΝ. ἢν δὲ πωλῶσ᾽ αὐτά, τί;
ΧΡ. διαρραγείης. ΑΝ. ἢν διαρραγῶ δέ, τί;
ΧΡ. καλῶς ποιήσεις. ΑΝ. σὺ δ᾽ ἐπιθυμήσεις φέρειν;
805ΧΡ. ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
ὁρῶ φέροντας. ΑΝ. πάνυ γ᾽ ἂν οὖν Ἀντισθένης
αὔτ᾽ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας.
ΧΡ. οἴμωζε. ΑΝ. Καλλίμαχος δ᾽ ὁ χοροδιδάσκαλος
810αὐτοῖσιν εἰσοίσει τι; ΧΡ. πλείω Καλλίου.
ΑΝ. ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
ΧΡ. δεινά γε λέγεις. ΑΝ. τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθ᾽ ἐκεῖν᾽ οὕδοξε, τὸ περὶ τῶν ἁλῶν;
815ΧΡ. ἔγωγε. ΑΝ. τοὺς χαλκοῦς δ᾽ ἐκείνους ἡνίκα
ἐψηφισάμεθ᾽ οὐκ οἶσθα; ΧΡ. καὶ κακόν γέ μοι
τὸ κόμμ᾽ ἐγένετ᾽ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων,
κἄπειτ᾽ ἐχώρουν εἰς ἀγορὰν ἐπ᾽ ἄλφιτα·
820ἔπειθ᾽ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
ἀνέκραγ᾽ ὁ κῆρυξ· «μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.»
ΑΝ. τὸ δ᾽ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντ᾽ ἔσεσθαι πεντακόσια τῇ πόλει
825τῆς τετταρακοστῆς, ἣν ἐπόρισ᾽ Εὐριπίδης;
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην.
ὅτε δὴ δ᾽ ἀνασκοπουμένοις ἐφαίνετο
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ᾽ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
830ΧΡ. οὐ ταὐτόν, ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
νῦν δ᾽ αἱ γυναῖκες. ΑΝ. ἃς ἐγὼ φυλάξομαι,
νὴ τὸν Ποσειδῶ, μὴ κατουρήσωσί μου.
ΧΡ. οὐκ οἶδ᾽ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον, ὁ παῖς.
|