Ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε, τεκοῖσαι·
«Δάματερ μέγα χαῖρε, πολυτρόφε, πουλυμέδιμνε.»
120 χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ᾽ εἰς ἄλλο φυλαξεῖ.
ὡς δ᾽ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
ὡς δ᾽ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεῦν ἄχρις ὁμαρτεῖν,
130 αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι
χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει,
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ
δωσεῖ πάντ᾽ ἐπίμεστα καὶ ὡς ποτὶ νηὸν ἵκωνται.
χαῖρε θεά, καὶ τάνδε σάω πόλιν ἔν θ᾽ ὁμονοίᾳ
135 ἔν τ᾽ εὐηπελίᾳ, φέρε δ᾽ ἀγρόθι νόστιμα πάντα·
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν·
φέρβε καὶ εἰράναν, ἵν᾽ ὃς ἄροσε τῆνος ἀμάσῃ.
ἵλαθί μοι, τρίλλιστε, μέγα κρείοισα θεάων.
|