ΙΠ. κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
σπουδῆι· τὸ μέντοι πρᾶγμ᾽ ὅτωι στένεις ἔπι
οὐκ οἶδα, βουλοίμην δ᾽ ἂν ἐκ σέθεν κλύειν.
905 ἔα, τί χρῆμα; σὴν δάμαρθ᾽ ὁρῶ, πάτερ,
νεκρόν· μεγίστου θαύματος τόδ᾽ ἄξιον·
ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.
τί χρῆμα πάσχει; τῶι τρόπωι διόλλυται;
910 πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
σιγᾶις; σιωπῆς δ᾽ οὐδὲν ἔργον ἐν κακοῖς.
ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
κἀν τοῖς κακοῖσι λίχνος οὖσ᾽ ἁλίσκεται.
οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,
915 κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
ΘΗ. ὦ πόλλ᾽ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
ἓν δ᾽ οὐκ ἐπίστασθ᾽ οὐδ᾽ ἐθηράσασθέ πω,
920 φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
ΙΠ. δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
τοὺς μὴ φρονοῦντας δυνατός ἐστ᾽ ἀναγκάσαι.
ἀλλ᾽ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
δέδοικα μή σου γλῶσσ᾽ ὑπερβάλληι κακοῖς.
925 ΘΗ. φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
ὅστις τ᾽ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
τὴν μὲν δικαίαν τὴν δ᾽ ὅπως ἐτύγχανεν,
930 ὡς ἡ φρονοῦσα τἄδικ᾽ ἐξηλέγχετο
πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
ΙΠ. ἀλλ᾽ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
φίλων, νοσοῦμεν δ᾽ οὐδὲν ὄντες αἴτιοι;
ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
935 λόγοι, παραλλάσσοντες ἔξεδροι φρενῶν.
|