ΕΞΟΔΟΣΧΟ. ἰὼ ἰώ,
καιναὶ καινῶν μεταβάλλουσαι
χθονὶ συντυχίαι. λεύσσετε Τρώων
1120 τόνδ᾽ Ἀστυάνακτ᾽ ἄλοχοι μέλεαι
νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
Δαναοὶ κτείναντες ἔχουσιν.
ΤΑ. Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
λάφυρα τἀπίλοιπ᾽ Ἀχιλλείου τόκου
1125 μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
αὐτὸς δ᾽ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
οὗ θᾶσσον οὕνεκ᾽ ἢ χάριν μονῆς ἔχων,
1130 φροῦδος, μετ᾽ αὐτοῦ δ᾽ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
δακρύων ἀγωγός, ἡνίκ᾽ ἐξώρμα χθονός,
πάτραν τ᾽ ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. καί σφ᾽ ᾐτήσατο
θάψαι νεκρὸν τόνδ᾽, ὃς πεσὼν ἐκ τειχέων
1135 ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος,
φόβον τ᾽ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδ᾽, ἣν πατὴρ τοῦδ᾽ ἀμφὶ πλεύρ᾽ ἐβάλλετο,
μή νιν πορεῦσαι Πηλέως ἐφ᾽ ἑστίαν,
μηδ᾽ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
1140 μήτηρ νεκροῦ τοῦδ᾽ Ἀνδρομάχη, λύπας ὁρᾶν,
ἀλλ᾽ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
ἐν τῇδε θάψαι παῖδα· σὰς δ᾽ ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
στεφάνοις θ᾽, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
1145 ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
ἀφείλετ᾽ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
γῆν τῷδ᾽ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
σὺ δ᾽ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
1150 ἑνὸς μὲν οὖν μόχθου σ᾽ ἀπαλλάξας ἔχω·
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
ἀλλ᾽ εἶμ᾽ ὀρυκτὸν τῷδ᾽ ἀναρρήξων τάφον,
ὡς σύντομ᾽ ἡμῖν τἀπ᾽ ἐμοῦ τε κἀπὸ σοῦ
1155 ἐς ἓν ξυνελθόντ᾽ οἴκαδ᾽ ὁρμήσῃ πλάτην.
|