Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (8.126.1-8.129.3)
[8.126.1] Ταῦτα μέν νυν ἐς τοσοῦτο ἐγένετο, Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος, ἀνὴρ ἐν Πέρσῃσι λόγιμος καὶ πρόσθε ἐών, ἐκ δὲ τῶν Πλαταιικῶν καὶ μᾶλλον ἔτι γενόμενος, ἔχων ἓξ μυριάδας στρατοῦ τοῦ Μαρδόνιος ἐξελέξατο, προέπεμπε βασιλέα μέχρι τοῦ πόρου. [8.126.2] ὡς δὲ ὁ μὲν ἦν ἐν τῇ Ἀσίῃ, ὁ δὲ ὀπίσω πορευόμενος κατὰ τὴν Παλλήνην ἐγίνετο, ἅτε Μαρδονίου τε χειμερίζοντος περὶ Θεσσαλίην τε καὶ Μακεδονίην καὶ οὐδέν κω κατεπείγων αὐτὸς ἥκειν ἐς τὸ ἄλλο στρατόπεδον, οὐκ ἐδικαίου ἐντυχὼν ἀπεστεῶσι Ποτειδαιήτῃσι μὴ οὐκ ἐξανδραποδίσασθαί σφεας. [8.126.3] οἱ γὰρ Ποτειδαιῆται, ὡς βασιλεὺς παρεξεληλάκεε καὶ ὁ ναυτικὸς τοῖσι Πέρσῃσι οἰχώκεε φεύγων ἐκ Σαλαμῖνος, ἐκ τοῦ φανεροῦ ἀπέστασαν ἀπὸ τῶν βαρβάρων· ὣς δὲ καὶ ὧλλοι οἱ τὴν Παλλήνην ἔχοντες. ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε τὴν Ποτείδαιαν. [8.127.1] ὑποπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος, καὶ ταύτην ἐπολιόρκεε· εἶχον δὲ αὐτὴν Βοττιαῖοι οἱ ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων. ἐπεὶ δέ σφεας εἷλε πολιορκέων, κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην, τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ, καὶ οὕτω Ὄλυνθον Χαλκιδέες ἔσχον. [8.128.1] ἐξελὼν δὲ ταύτην ὁ Ἀρτάβαζος τῇ Ποτειδαίῃ ἐντεταμένως προσεῖχε, προσέχοντι δέ οἱ προθύμως συντίθεται προδοσίην Τιμόξεινος ὁ τῶν Σκιωναίων στρατηγός, ὅντινα μὲν τρόπον ἀρχήν, ἔγωγε οὐκ ἔχω εἰπεῖν (οὐ γὰρ ὦν λέγεται), τέλος μέντοι τοιάδε ἐγίνετο· ὅκως βυβλίον γράψειε ἢ Τιμόξεινος ἐθέλων παρὰ Ἀρτάβαζον πέμψαι ἢ Ἀρτάβαζος παρὰ Τιμόξεινον, τοξεύματος παρὰ τὰς γλυφίδας περιειλίξαντες καὶ πτερώσαντες τὸ βυβλίον ἐτόξευον ἐς συγκείμενον χωρίον. [8.128.2] ἐπάϊστος δὲ ἐγένετο ὁ Τιμόξεινος προδιδοὺς τὴν Ποτείδαιαν· τοξεύων γὰρ ὁ Ἀρτάβαζος ἐς τὸ συγκείμενον, ἁμαρτὼν τοῦ χωρίου τούτου βάλλει ἀνδρὸς Ποτειδαιήτεω τὸν ὦμον, τὸν δὲ βληθέντα περιέδραμε ὅμιλος, οἷα φιλέει γίνεσθαι ἐν πολέμῳ, οἳ αὐτίκα τὸ τόξευμα λαβόντες, ὡς ἔμαθον τὸ βυβλίον, ἔφερον ἐπὶ τοὺς στρατηγούς· παρῆν δὲ καὶ τῶν ἄλλων Παλληναίων συμμαχίη. [8.128.3] τοῖσι δὲ στρατηγοῖσι ἐπιλεξαμένοισι τὸ βυβλίον καὶ μαθοῦσι τὸν αἴτιον τῆς προδοσίης ἔδοξε μὴ καταπλῆξαι Τιμόξεινον προδοσίῃ τῆς Σκιωναίων πόλιος εἵνεκα, μὴ νομιζοίατο εἶναι Σκιωναῖοι ἐς τὸν μετέπειτα χρόνον αἰεὶ προδόται. [8.129.1] ὁ μὲν δὴ τοιούτῳ τρόπῳ ἐπάϊστος ἐγεγόνεε· Ἀρταβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες, γίνεται ἄμπωτις τῆς θαλάσσης μεγάλη καὶ χρόνον ἐπὶ πολλόν. ἰδόντες δὲ οἱ βάρβαροι τέναγος γενόμενον παρήισαν ἐς τὴν Παλλήνην. [8.129.2] ὡς δὲ τὰς δύο μὲν μοίρας διοδοιπορήκεσαν, ἔτι δὲ τρεῖς ὑπόλοιποι ἦσαν, τὰς διελθόντας χρῆν εἶναι ἔσω ἐν τῇ Παλλήνῃ, ἐπῆλθε πλημμυρὶς τῆς θαλάσσης μεγάλη, ὅση οὐδαμά κω, ὡς οἱ ἐπιχώριοι λέγουσι, πολλάκις γινομένης. οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιστάμενοι διεφθείροντο, τοὺς δὲ ἐπισταμένους οἱ Ποτειδαιῆται ἐπιπλώσαντες πλοίοισι ἀπώλεσαν. [8.129.3] αἴτιον δὲ λέγουσι Ποτειδαιῆται τῆς τε ῥηχίης [καὶ τῆς πλημμυρίδος] καὶ τοῦ Περσικοῦ πάθεος γενέσθαι τόδε, ὅτι τοῦ Ποσειδέωνος ἐς τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαστίῳ ἠσέβησαν οὗτοι τῶν Περσέων οἵ περ καὶ διεφθάρησαν ὑπὸ τῆς θαλάσσης· αἴτιον δὲ τοῦτο λέγοντες εὖ λέγειν ἔμοιγε δοκέουσι. τοὺς δὲ περιγενομένους ἀπῆγε Ἀρτάβαζος ἐς Θεσσαλίην παρὰ Μαρδόνιον. |
[8.126.1] Αυτά λοιπόν πήραν τέλος εδώ, ενώ ο Αρτάβαζος, ο γιος του Φαρνάκη, άντρας που και πριν απ᾽ αυτά είχε σημαντική θέση στο περσικό στρατόπεδο, αλλά με τα Πλαταϊκά έγινε ακόμα πιο σημαντικός, οδηγώντας εξήντα χιλιάδες απ᾽ τον επίλεκτο στρατό του Μαρδονίου συνόδευε τιμητικά τον βασιλιά ώς το πέραμα. [8.126.2] Κι όταν εκείνος πατούσε πια τη γη της Ασίας κι αυτός επιστρέφοντας έφτασε στην περιοχή της Παλλήνης, μια κι ο Μαρδόνιος παραχείμαζε στα μέρη της Θεσσαλίας και της Μακεδονίας, κι έτσι ο Αρτάβαζος δεν είχε κανένα λόγο να επισπεύσει την άφιξή του στο άλλο στρατόπεδο, λοιπόν, έτσι που βρήκε τους Ποτιδαιάτες να έχουν κηρύξει αποστασία, φιλοτιμήθηκε να τους κυριέψει και να τους κάνει ανδράποδα. [8.126.3] Γιατί οι Ποτιδαιάτες, όταν ο βασιλιάς είχε προσπεράσει την περιοχή τους κι ο στόλος του είχε φύγει βιαστικά απ᾽ τη Σαλαμίνα, κήρυξαν φανερά επανάσταση εναντίον των βαρβάρων· και τους ακολούθησαν και οι άλλοι κάτοικοι της Παλλήνης. Τότε λοιπόν ο Αρτάβαζος άρχισε την πολιορκία της Ποτίδαιας. |