Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΙΣΤΟΤΕΛΗΣ
Ἠθικὰ Νικομάχεια (1108b-1109a)
[VIII] Τριῶν δὴ διαθέσεων οὐσῶν, δύο μὲν κακιῶν, τῆς μὲν καθ᾽ ὑπερβολὴν τῆς δὲ κατ᾽ ἔλλειψιν, μιᾶς δ᾽ ἀρετῆς τῆς μεσότητος, πᾶσαι πάσαις ἀντίκεινταί πως· αἱ μὲν γὰρ ἄκραι καὶ τῇ μέσῃ καὶ ἀλλήλαις ἐναντίαι εἰσίν, ἡ δὲ μέση ταῖς ἄκραις· ὥσπερ γὰρ τὸ ἴσον πρὸς μὲν τὸ ἔλαττον μεῖζον πρὸς δὲ τὸ μεῖζον ἔλαττον, οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις ὑπερβάλλουσι πρὸς δὲ τὰς ὑπερβολὰς ἐλλείπουσιν ἔν τε τοῖς πάθεσι καὶ ταῖς πράξεσιν. ὁ γὰρ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς φαίνεται, πρὸς δὲ τὸν θρασὺν δειλός· ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος, ὁ δ᾽ ἐλευθέριος πρὸς μὲν τὸν ἀνελεύθερον ἄσωτος, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος. διὸ καὶ ἀπωθοῦνται τὸν μέσον οἱ ἄκροι ἑκάτερος πρὸς ἑκάτερον, καὶ καλοῦσι τὸν ἀνδρεῖον ὁ μὲν δειλὸς θρασὺν ὁ δὲ θρασὺς δειλόν, καὶ ἐπὶ τῶν ἄλλων ἀνάλογον. οὕτω δ᾽ ἀντικειμένων ἀλλήλοις τούτων, πλείστη ἐναντιότης ἐστὶ τοῖς ἄκροις πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον· πορρωτέρω γὰρ ταῦτα ἀφέστηκεν ἀλλήλων ἢ τοῦ μέσου, ὥσπερ τὸ μέγα τοῦ μικροῦ καὶ τὸ μικρὸν τοῦ μεγάλου ἢ ἄμφω τοῦ ἴσου. ἔτι πρὸς μὲν τὸ μέσον ἐνίοις ἄκροις ὁμοιότης τις φαίνεται, ὡς τῇ θρασύτητι πρὸς τὴν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα· τοῖς δὲ ἄκροις πρὸς ἄλληλα πλείστη ἀνομοιότης· τὰ δὲ πλεῖστον ἀπέχοντα ἀπ᾽ ἀλλήλων ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ πλεῖον ἀπέχοντα. πρὸς δὲ τὸ μέσον [1109a] ἀντίκειται μᾶλλον ἐφ᾽ ὧν μὲν ἡ ἔλλειψις ἐφ᾽ ὧν δὲ ἡ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾽ ἡ δειλία ἔλλειψις οὖσα, τῇ δὲ σωφροσύνῃ οὐχ ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾽ ἡ ἀκολασία ὑπερβολὴ οὖσα. διὰ δύο δ᾽ αἰτίας τοῦτο συμβαίνει, μίαν μὲν τὴν ἐξ αὐτοῦ τοῦ πράγματος· τῷ γὰρ ἐγγύτερον εἶναι καὶ ὁμοιότερον τὸ ἕτερον ἄκρον τῷ μέσῳ, οὐ τοῦτο ἀλλὰ τοὐναντίον ἀντιτίθεμεν μᾶλλον· οἷον ἐπεὶ ὁμοιότερον εἶναι δοκεῖ τῇ ἀνδρείᾳ ἡ θρασύτης καὶ ἐγγύτερον, ἀνομοιότερον δ᾽ ἡ δειλία, ταύτην μᾶλλον ἀντιτίθεμεν· τὰ γὰρ ἀπέχοντα πλεῖον τοῦ μέσου ἐναντιώτερα δοκεῖ εἶναι. μία μὲν οὖν αἰτία αὕτη, ἐξ αὐτοῦ τοῦ πράγματος· ἑτέρα δὲ ἐξ ἡμῶν αὐτῶν· πρὸς ἃ γὰρ αὐτοὶ μᾶλλον πεφύκαμέν πως, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ φαίνεται. οἷον αὐτοὶ μᾶλλον πεφύκαμεν πρὸς τὰς ἡδονάς, διὸ εὐκαταφορώτεροί ἐσμεν πρὸς ἀκολασίαν ἢ πρὸς κοσμιότητα. ταῦτ᾽ οὖν μᾶλλον ἐναντία λέγομεν, πρὸς ἃ ἡ ἐπίδοσις μᾶλλον γίνεται· καὶ διὰ τοῦτο ἡ ἀκολασία ὑπερβολὴ οὖσα ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ. |
[8] Φάνηκε λοιπόν καθαρά πως τρεις βασικοί τρόποι συμπεριφοράς υπάρχουν: δύο λανθασμένοι (κακίες), ο ένας της κατηγορίας της υπερβολής και ο άλλος της κατηγορίας της έλλειψης, και μία αρετή, η μεσότητα. Και οι τρεις τους βρίσκονται κατά έναν τρόπο σε αντίθεση μεταξύ τους: τα δύο άκρα προς το μέσον και μεταξύ τους, και το μέσον προς τα δύο άκρα. Όπως το ίσον είναι μεγαλύτερο ενσχέσει προς το μικρότερο και μικρότερο ενσχέσει προς το μεγαλύτερο, έτσι οι μεσότητες αποτελούν υπερβολή ενσχέσει προς την έλλειψη και έλλειψη ενσχέσει προς την υπερβολή τόσο στα πάθη όσο και στις πράξεις. Έτσι: ο ανδρείος συγκρινόμενος με τον δειλό φαίνεται θρασύς, συγκρινόμενος όμως με τον θρασύ φαίνεται δειλός· το ίδιο και ο σώφρων συγκρινόμενος με τον αναίσθητο μοιάζει ακόλαστος, συγκρινόμενος όμως με τον ακόλαστο φαίνεται αναίσθητος· επίσης ο ελευθέριος συγκρινόμενος με τον ανελεύθερο φαίνεται άσωτος, συγκρινόμενος όμως με τον άσωτο φαίνεται ανελεύθερος. Γι᾽ αυτό και αυτοί που εκπροσωπούν τα δύο άκρα προσπαθούν να σπρώξουν αυτόν που κατέχει τη μέση θέση ο καθένας προς την κατεύθυνση του άλλου άκρου, και έτσι ονομάζουν τον ανδρείο ο δειλός θρασύ και ο θρασύς δειλό — ανάλογα και στις άλλες περιπτώσεις. |