ΟΙΚΕΤΗΣ
νὴ τὸν Δία τὸν σωτῆρα, γεννάδας ἀνὴρ
ὁ δεσπότης σου. ΞΑ. πῶς γὰρ οὐχὶ γεννάδας,
740ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
ΟΙ. τὸ δὲ μὴ πατάξαι σ᾽ ἐξελεγχθέντ᾽ ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
ΞΑ. ᾤμωξε μέντἄν. ΟΙ. τοῦτο μέντοι δουλικὸν
εὐθὺς πεπόηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
745ΞΑ. χαίρεις, ἱκετεύω; ΟΙ. μἀλλ᾽ ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
ΞΑ. τί δὲ τονθορύζων, ἡνίκ᾽ ἂν πληγὰς λαβὼν
πολλὰς ἀπίῃς θύραζε; ΟΙ. καὶ τοῦθ᾽ ἥδομαι.
ΞΑ. τί δὲ πολλὰ πράττων; ΟΙ. ὡς μὰ Δί᾽ οὐδὲν οἶδ᾽ ἐγώ.
750ΞΑ. ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
ἅττ᾽ ἂν λαλῶσι; ΟΙ. μἀλλὰ πλεῖν ἢ μαίνομαι.
ΞΑ. τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν; ΟΙ. ἐγώ;
μὰ Δί᾽ ἀλλ᾽ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
ΞΑ. ὦ Φοῖβ᾽ Ἄπολλον, ἔμβαλέ μοι τὴν δεξιάν,
755καὶ δὸς κύσαι καὐτὸς κύσον,— καί μοι φράσον
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός; ΟΙ. Αἰσχύλου κεὐριπίδου.
ΞΑ. ἆ. ΟΙ. πρᾶγμα, πρᾶγμα μέγα κεκίνηται, μέγα
760ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
ΞΑ. ἐκ τοῦ; ΟΙ. νόμος τις ἐνθάδ᾽ ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν, ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
765θρόνον τε τοῦ Πλούτωνος ἑξῆς— ΞΑ. μανθάνω.
ΟΙ. ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
ΞΑ. τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
ΟΙ. ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
770ὡς ὢν κράτιστος τὴν τέχνην. ΞΑ. νυνὶ δὲ τίς;
|