αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν,
αἴθωνα κρατερόν, μεγάλᾳ δ᾽ ἐστρεύγετο νούσῳ.
σχέτλιος, ὅσσα πάσαιτο, τόσων ἔχεν ἵμερος αὖτις.
εἴκατι δαῖτα πένοντο, δυώδεκα δ᾽ οἶνον ἄφυσσον·
71 καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος·
70 τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει.
72 οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
αἰδόμενοι γονέες, προχανὰ δ᾽ εὑρίσκετο πᾶσα.
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ᾽ ἄεθλα
75 Ὀρμενίδαι καλέοντες· ἀπ᾽ ὦν ἀρνήσατο μάτηρ·
«οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε,
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.» ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
80 τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα·
«νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ᾽ ἤλασε κάπρος
Πίνδον ἀν᾽ εὐάγκειαν, ὃ δ᾽ ἐννέα φάεα κεῖται.»
δειλαία φιλότεκνε, τί δ᾽ οὐκ ἐψεύσαο, μᾶτερ;
δαίνυεν εἰλαπίναν τις· «ἐν ἀλλοτρίοις Ἐρυσίχθων.»
85 ἄγετό τις νύμφαν· «Ἐρυσίχθονα δίσκος ἔτυψεν»
ἢ «ἔπεσ᾽ ἐξ ἵππων», ἢ «ἐν Ὄθρυϊ ποίμνι᾽ ἀμιθρεῖ.»
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
ἤσθιε μυρία πάντα· κακὰ δ᾽ ἐξάλλετο γαστήρ
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ᾽ ἐς βυθὸν οἷα θαλάσσας
90 ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών,
καὶ τούτων ἔτι μεῖζον ἐτάκετο, μέσφ᾽ ἐπὶ † νευράς
δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δ᾽ ἔστενον αἱ δύ᾽ ἀδελφαί
95 χὠ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
καὶ δ᾽ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
τοῖα τὸν οὐκ ἀίοντα Ποτειδάωνα καλιστρέων·
«ψευδοπάτωρ, ἴδε τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
100 τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν
βλητὸν ὑπ᾽ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον, ἠέ νιν αὐτός
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
105 χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.»
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ,
καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
110 καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
μέσφ᾽ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
μῶνοι ἄρ᾽ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
ἀλλ᾽ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραινον ὀδόντες,
καὶ τόχ᾽ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο,
115 αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
εἴη μηδ᾽ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
|