ΕΠΕΙΣΟΔΙΟΝ ΔΕΥΤΕΡΟΝ ΟΡ. παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον; ὦ παῖ, παῖ, μάλ᾽ αὖ, τίς ἐν δόμοις;
655 τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.
ΟΙΚΕΤΗΣ
εἶἑν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
ΟΡ. ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660 τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται
σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους μεθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος,
γυνὴ † τόπαρχος—ἄνδρα δ᾽ εὐπρεπέστερον·
665 αἰδὼς γὰρ ἐν λέσχῃσιν οὖσ᾽ ἐπαργέμους
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα,
670 καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.
εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.
ΟΡ. ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
675 στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ
εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδας,
ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ·
680 «ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις,
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
685 θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.»
τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690 οὐκ οἶδα· τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.
|