ΧΟ. πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
735 ἥκουσι· μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.
περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως [στρ. α]
πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
παροίχομαι, πάτερ, δείματι.
ΔΑ. ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
740 θάρσει· μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ.
ΧΟ. ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
μάχης τ᾽ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.
δοριπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας [ἀντ. α]
νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ
745 πολεῖ μελαγχίμῳ σὺν στρατῷ.
ΔΑ. πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίας
θάλπει βραχίον᾽ εὖ κατερρινημένους.
ΧΟ. μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.
γυνὴ μονωθεῖσ᾽ οὐδέν· οὐκ ἔνεστ᾽ Ἄρης.
750 οὐλόφρονες δ᾽ ἐκεῖνοι, δολομήτιδες [στρ. β]
δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-
μῶν ἀλέγοντες οὐδέν.
ΔΑ. καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα,
εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
755 ΧΟ. οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ.
περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει [ἀντ. β]
μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
οὐδὲν ἐπαΐοντες.
760 ΔΑ. ἀλλ᾽ ἔστι φήμη κρείσσονας λύκους κυνῶν
εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
ΧΟ. † ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων
ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.
ΔΑ. οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
765 οὐδ᾽ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια
ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν ἀγκυρουχίαις
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ
770 ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·
πράξας ἀρωγήν· ἄγγελον δ᾽ οὐ μέμψεται
775 πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.
|