Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (8.100.1-8.106.4)
[8.100.1] Καὶ περὶ Πέρσας μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον γενόμενον, μέχρι οὗ Ξέρξης αὐτός σφεα ἀπικόμενος ἔπαυσε. Μαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὴν μεγάλην ἐκ τῆς ναυμαχίης ποιεύμενον, ὑποπτεύων δὲ αὐτὸν δρησμὸν βουλεύειν ἐκ τῶν Ἀθηνέων, φροντίσας πρὸς ἑωυτὸν ὡς δώσει δίκην ἀναγνώσας βασιλέα στρατεύεσθαι ἐπὶ τὴνἙλλάδα, καί οἱ κρέσσον εἴη ἀνακινδυνεῦσαι ἢ κατεργάσασθαι τὴν Ἑλλάδα ἢ αὐτὸν καλῶς τελευτῆσαι τὸν βίον ὑπὲρ μεγάλων αἰωρηθέντα· πλέον μέντοι ἔφερέ οἱ ἡ γνώμη κατεργάσεσθαι τὴν Ἑλλάδα· λογισάμενος ὦν ταῦτα προσέφερε τὸν λόγον τόνδε· [8.100.2] Δέσποτα, μήτε λυπέο μήτε συμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος εἵνεκα πρήγματος. οὐ γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐστὶ ἡμῖν, ἀλλ᾽ ἀνδρῶν τε καὶ ἵππων. σοὶ δὲ οὔτε τις τούτων τῶν τὸ πᾶν σφίσι ἤδη δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι οὔτ᾽ ἐκ τῆς ἠπείρου τῆσδε· οἵ τε ἡμῖν ἠντιώθησαν, ἔδοσαν δίκας. [8.100.3] εἰ μέν νυν δοκέει, αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου· εἰ δὲ καὶ δοκέει ἐπισχεῖν, παρέχει ποιέειν ταῦτα. μὴδὲ δυσθύμει· οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία ἔκδυσις μὴ οὐ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότερον εἶναι σοὺς δούλους. μάλιστα μέν νυν ταῦτα ποίεε· εἰ δ᾽ ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν στρατιήν, ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν. [8.100.4] σὺ Πέρσας, βασιλεῦ, μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι. οὐδὲν γὰρ ἐν Πέρσῃσί τοι δεδήληται τῶν πρηγμάτων, οὐδὲ ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί. εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικες κακοὶ ἐγένοντο, οὐδὲν πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος. [8.100.5] ἤδη ὦν, ἐπειδὴ οὐ Πέρσαι τοι αἴτιοί εἰσι, ἐμοὶ πείθεο· εἴ τοι δέδοκται μὴ παραμένειν, σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς ἀπάγων τὸ πολλόν, ἐμὲ δὲ σοὶ χρὴ τὴν Ἑλλάδα παρασχεῖν δεδουλωμένην, τριήκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξάμενον. [8.101.1] ταῦτα ἀκούσας Ξέρξης ὡς ἐκ κακῶν ἐχάρη τε καὶ ἥσθη, πρὸς Μαρδόνιόν τε βουλευσάμενος ἔφη ὑποκρινέεσθαι ὁκότερον ποιήσει τούτων. ὡς δὲ ἐβουλεύετο ἅμα Περσέων τοῖσι ἐπικλήτοισι, ἔδοξέ οἱ καὶ Ἀρτεμισίην ἐς συμβουλὴν μεταπέμψασθαι, ὅτι πρότερον ἐφαίνετο μούνη νοέουσα τὰ ποιητέα ἦν. [8.101.2] ὡς δὲ ἀπίκετο ἡ Ἀρτεμισίη, μεταστησάμενος τοὺς ἄλλους, τούς τε συμβούλους Περσέων καὶ τοὺς δορυφόρους, ἔλεξε Ξέρξης τάδε· Κελεύει με Μαρδόνιος μένοντα αὐτοῦ πειρᾶσθαι τῆς Πελοποννήσου, λέγων ὥς μοι Πέρσαι τε καὶ ὁ πεζὸς στρατὸς οὐδενὸς μεταίτιοι πάθεός εἰσι, ἀλλὰ βουλομένοισί σφι γένοιτ᾽ ἂν ἀπόδεξις. [8.101.3] ἐμὲ ὦν ἢ ταῦτα κελεύει ποιέειν, ἢ αὐτὸς ἐθέλει τριήκοντα μυριάδας ἀπολεξάμενος τοῦ στρατοῦ παρασχεῖν μοι τὴν Ἑλλάδα δεδουλωμένην, αὐτὸν δέ με κελεύει ἀπελαύνειν σὺν τῷ λοιπῷ στρατῷ ἐς ἤθεα τὰ ἐμά. [8.101.4] σὺ ὦν ἐμοί (καὶ γὰρ περὶ τῆς ναυμαχίης εὖ συνεβούλευσας τῆς γενομένης οὐκ ἐῶσα ποιέεσθαι) νῦν [τε] συμβούλευσον ὁκότερα ποιέων ἐπιτύχω εὖ βουλευσάμενος. [8.102.1] ὁ μὲν ταῦτα συνεβουλεύετο, ἡ δὲ λέγει τάδε· Βασιλεῦ, χαλεπὸν μέν ἐστι συμβουλευομένῳ τυχεῖν τὰ ἄριστα εἴπασαν, ἐπὶ μέντοι τοῖσι κατήκουσι πρήγμασι δοκέει μοι αὐτὸν μέν σε ἀπελαύνειν ὀπίσω, Μαρδόνιον δέ, εἰ ἐθέλει τε καὶ ὑποδέκεται ταῦτα ποιήσειν, αὐτοῦ καταλιπεῖν σὺν τοῖσι ἐθέλει. [8.102.2] τοῦτο μὲν γάρ, ἢν καταστρέψηται τά φησι θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει, σὸν τὸ ἔργον, ὦ δέσποτα, γίνεται· οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο· τοῦτο δέ, ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται, οὐδεμία συμφορὴ μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων τῶν πρηγμάτων περὶ οἶκον τὸν σόν. [8.102.3] ἢν γὰρ σύ τε περιῇς καὶ οἶκος ὁ σός, πολλοὺς πολλάκις ἀγῶνας δραμέονται περὶ σφέων αὐτῶν οἱ Ἕλληνες. Μαρδονίου δέ, ἤν τι πάθῃ, λόγος οὐδεὶς γίνεται· οὐδέ τι νικῶντες οἱ Ἕλληνες νικῶσι, δοῦλον σὸν ἀπολέσαντες· σὺ δέ, τῶν εἵνεκα τὸν στόλον ἐποιήσαο, πυρώσας τὰς Ἀθήνας ἀπελᾷς. [8.103.1] ἥσθη τε δὴ τῇ συμβουλίῃ Ξέρξης· λέγουσα γὰρ ἐπετύγχανε τά περ αὐτὸς ἐνόεε. οὐδὲ γὰρ εἰ πάντες καὶ πᾶσαι συνεβούλευον αὐτῷ μένειν, ἔμενε ἂν δοκέειν ἐμοί· οὕτω καταρρωδήκεε. ἐπαινέσας δὲ τὴν Ἀρτεμισίην ταύτην μὲν ἀποστέλλει ἄγουσαν αὐτοῦ τοὺς παῖδας ἐς Ἔφεσον· νόθοι γάρ τινες παῖδές οἱ συνείποντο. [8.104.1] συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον, γένος μὲν ἐόντα Πηδασέα, φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέϊ· [οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ. ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι· ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν, τότε ἡ ἱερείη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν. τοῦτο δέ σφι δὶς ἤδη ἐγένετο. [8.105.1] ἐκ τούτων δὴ τῶν Πηδασέων ὁ Ἑρμότιμος ἦν] τῷ μεγίστη τίσις ἤδη ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν. ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Πανιώνιος ἀνὴρ Χῖος, ὃς τὴν ζόην κατεστήσατο ἀπ᾽ ἔργων ἀνοσιωτάτων· ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους, ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημάτων μεγάλων. [8.105.2] παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροί εἰσι οἱ εὐνοῦχοι πίστιος εἵνεκα τῆς πάσης τῶν ἐνορχέων. ἄλλους τε δὴ ὁ Πανιώνιος ἐξέταμε πολλούς, ἅτε ποιεύμενος ἐκ τούτου τὴν ζόην, καὶ δὴ καὶ τοῦτον. καὶ οὐ γὰρ τὰ πάντα ἐδυστύχεε ὁ Ἑρμότιμος, ἀπικνέεται ἐκ τῶν Σαρδίων παρὰ βασιλέα μετ᾽ ἄλλων δώρων, χρόνου δὲ προϊόντος πάντων τῶν εὐνούχων ἐτιμήθη μάλιστα παρὰ Ξέρξῃ. [8.106.1] ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι, ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ Ἑρμότιμος ἐς γῆν τῆς Μυσίης, τὴν Χῖοι μὲν νέμονται, Ἀταρνεὺς δὲ καλέεται, εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα. [8.106.2] ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους, πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς δι᾽ ἐκεῖνον ἔχοι ἀγαθά, δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσει, ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ, ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα. [8.106.3] ὡς δὲ ἅμα πανοικίῃ μιν περιέλαβε, ἔλεγε ὁ Ἑρμότιμος τάδε· Ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα ἀπ᾽ ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε, τί σε ἐγὼ κακὸν ἢ αὐτὸς ἢ τῶν ἐμῶν τις ἐργάσατο, ἢ σὲ ἢ τῶν σῶν τινα, ὅτι με ἀντ᾽ ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι; ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε· οἵ σε ποιήσαντα ἀνόσια, νόμῳ δικαίῳ χρεώμενοι, ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς, ὥστε σε μὴ μέμψεσθαι τὴν ἀπ᾽ ἐμέο τοι ἐσομένην δίκην. [8.106.4] ὡς δέ οἱ ταῦτα ὠνείδισε, ἀχθέντων τῶν παίδων ἐς ὄψιν ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων, τεσσέρων ἐόντων, τὰ αἰδοῖα ἀποτάμνειν, ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα· αὐτοῦ τε, ὡς ταῦτα ἐργάσατο, οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον. Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίσις καὶ ὁ Ἑρμότιμος. |
[8.100.1] Λοιπόν σ᾽ όλο το διάστημα που μεσολάβησε αυτά είχαν στην Περσία και μόνο με την άφιξη του Ξέρξη πήραν τέλος αυτά. Απ᾽ τη μεριά του ο Μαρδόνιος, βλέποντας τον Ξέρξη να ᾽χει πάρει κατάκαρδα το αποτέλεσμα της ναυμαχίας κι έχοντας την υποψία πως μελετούσε να δραπετεύσει απ᾽ την Αθήνα, γυρόφερνε στο μυαλό του πως θα τιμωρηθεί, επειδή ξεσήκωσε τον βασιλιά εναντίον της Ελλάδας· λοιπόν, το καλύτερο που είχε να κάνει ήταν να ξαναμπεί στον αγώνα, ώστε ή να υποτάξει την Ελλάδα ή να δώσει ωραίο τέλος στη ζωή του τοξεύοντας υψηλούς στόχους· ένα είναι βέβαιο, πως τον συγκινούσε περισσότερο να υποτάξει την Ελλάδα. Τα καλοσκέφτηκε λοιπόν αυτά και του απηύθυνε την εξής πρόταση: [8.100.2] «Άρχοντά μου, μη θλίβεσαι και μη το παίρνεις κατάκαρδα αυτό που έγινε. Γιατί για μας δεν είναι η μάχη με ξυλοκάραβα που θα κρίνει το τελικό αποτέλεσμα, αλλά το πεζικό και το ιππικό μας. Κι εξάλλου, κανένας απ᾽ αυτούς που θαρρούν πως μας νίκησαν πια τελειωτικά δε θα κατεβεί απ᾽ τα καράβια τους να μας εναντιωθεί, κι ούτε κανένας απ᾽ τη στεριά τους· κι όσοι σήκωσαν χέρι εναντίον μας, πήραν την πληρωμή τους. [8.100.3] Λοιπόν, αν τ᾽ αποφασίσεις, να κάνουμε τώρα αμέσως επιχείρηση εναντίον της Πελοποννήσου· αν πάλι σου φαίνεται καλό να το αναβάλουμε για κάποιο διάστημα, στο χέρι μας είναι να ενεργήσουμε κι έτσι. Και μην κακοκαρδίζεις· γιατί οι Έλληνες δεν έχουν καμιά ελπίδα να γλιτώσουν την υποδούλωση και να μη λογοδοτήσουν για όσα έκαναν και τώρα και στο παρελθόν. Λοιπόν, το καλύτερο που έχεις να κάνεις είναι αυτό· αν όμως το έχεις πάρει απόφαση ν᾽ αποχωρήσεις οδηγώντας πίσω το εκστρατευτικό σώμα, γι᾽ αυτή την περίπτωση έχω άλλο σχέδιο. [8.100.4] Βασιλιά μου, μην κάνεις τους Πέρσες περίγελο των Ελλήνων· γιατί καμιά ευθύνη δεν έχουν οι Πέρσες για τις απώλειές σου, κι ούτε μπορείς ν᾽ αναφέρεις περίπτωση όπου δείξαμε δειλία. Αν τώρα οι Φοίνικες και οι Αιγύπτιοι και οι Κύπριοι και οι Κίλικες έδειξαν δειλία, σε τίποτα δε φταίνε οι Πέρσες γι᾽ αυτή την ήττα. [8.100.5] Άρα λοιπόν, μια και δε σ᾽ έφταιξαν σε τίποτα οι Πέρσες άκουσέ με· αν έχεις πάρει την απόφαση να μην παραμείνεις, πάρε εσύ το δρόμο της επιστροφής στα βασίλειά σου οδηγώντας μαζί σου το μεγαλύτερο μέρος του στρατού· και το παίρνω εγώ απάνω μου να σου προσφέρω την Ελλάδα υποταγμένη, αφού διαλέξω τριακόσιες χιλιάδες απ᾽ το στρατό σου». |