[26.1] Πρῶτον μὲν οὖν εἰς Αἴγυπτον ἀφίκετο, καὶ διέτριψεν, ὡς [καὶ πρότερον] αὐτός φησι, Νείλου ἐπὶ προχοῇσι Κανωβίδος ἐγγύθεν ἀκτῆς. χρόνον δέ τινα καὶ τοῖς περὶ Ψένωπιν τὸν Ἡλιοπολίτην καὶ Σῶγχιν τὸν Σαΐτην, λογιωτάτοις οὖσι τῶν ἱερέων, συνεφιλοσόφησε· παρ᾽ ὧν καὶ τὸν Ἀτλαντικὸν ἀκούσας λόγον, ὡς Πλάτων φησίν, ἐπεχείρησε διὰ ποιήματος ἐξενεγκεῖν εἰς τοὺς Ἕλληνας. [26.2] ἔπειτα πλεύσας εἰς Κύπρον, ἠγαπήθη διαφερόντως ὑπὸ Φιλοκύπρου τινὸς τῶν ἐκεῖ βασιλέων, ὃς εἶχεν οὐ μεγάλην πόλιν, ᾠκισμένην ὑπὸ Δημοφῶντος τοῦ Θησέως περὶ τὸν Κλάριον ποταμὸν ἐν χωρίοις ὀχυροῖς μέν, ἄλλως δὲ δυσχερέσι καὶ φαύλοις κειμένην. [26.3] ἔπεισεν οὖν αὐτὸν ὁ Σόλων, ὑποκειμένου καλοῦ πεδίου, μεταθέντα τὴν πόλιν ἡδίονα καὶ μείζονα κατασκευάσαι, καὶ παρὼν ἐπεμελήθη τοῦ συνοικισμοῦ καὶ διεκόσμησε πρός τε διαγωγὴν ἄριστα καὶ πρὸς ἀσφάλειαν, ὥστε πολλοὺς μὲν οἰκήτορας τῷ Φιλοκύπρῳ προσελθεῖν, ζηλῶσαι δὲ τοὺς ἄλλους βασιλεῖς. διὸ καὶ τῷ Σόλωνι τιμὴν ἀποδιδούς, Αἰπεῖαν τὴν πόλιν καλουμένην πρότερον ἀπ᾽ ἐκείνου Σόλους προσηγόρευσε. [26.4] καὶ αὐτὸς δὲ μέμνηται τοῦ συνοικισμοῦ· προσαγορεύσας γὰρ ἐν ταῖς ἐλεγείαις τὸν Φιλόκυπρον, νῦν δὲ (φησὶ) σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ᾽ ἀνάσσων τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον· αὐτὰρ ἐμὲ ξὺν νηὶ θοῇ κλεινῆς ἀπὸ νήσου ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος, οἰκισμῷ δ᾽ ἐπὶ τῷδε χάριν καὶ κῦδος ὀπάζοι ἐσθλὸν καὶ νόστον πατρίδ᾽ ἐς ἡμετέρην.
|