[128] Εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμ᾽ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγ᾽ ἀτύχημ᾽ ἂν ἐμαυτοῦ τοῦθ᾽ ἡγούμην, ἔπειτ᾽ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμ᾽ ὕβρικεν δοῦναι. [129] νυνὶ δὲ τοσαῦτ᾽ ἐστὶ τἄλλ᾽ ἃ πολλοὺς ὑμῶν ἠδίκησεν καὶ τοιαῦτα, ὥστε τούτου μὲν τοῦ δέους ἀπήλλαγμαι, φοβοῦμαι δὲ πάλιν τοὐναντίον μή, ἐπειδὰν πολλὰ καὶ δείν᾽ ἑτέρους ἀκούηθ᾽ ὑπ᾽ αὐτοῦ πεπονθότας, τοιοῦτός τις ὑμῖν λογισμὸς ἐμπέσῃ «τί οὖν; σὺ δεινότερ᾽ ἢ τῶν ἄλλων εἷς ἕκαστος πεπονθὼς ἀγανακτεῖς;» πάντα μὲν δὴ τὰ τούτῳ πεπραγμένα οὔτ᾽ ἂν ἐγὼ δυναίμην πρὸς ὑμᾶς εἰπεῖν, οὔτ᾽ ἂν ὑμεῖς ὑπομείναιτ᾽ ἀκούειν, οὐδ᾽, εἰ τὸ παρ᾽ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸς τὸ λοιπόν, πᾶν τό τ᾽ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν· ἃ δ᾽ ἐστὶ μέγιστα καὶ φανερώτατα, ταῦτ᾽ ἐρῶ. [130] μᾶλλον δ᾽ ἐκεῖνο ποιήσω· ἀναγνώσομαι μὲν ὑμῖν, ὡς ἐμαυτῷ γέγραμμαι, πάντα τὰ ὑπομνήματα, λέξω δ᾽ ὅ τι ἂν πρῶτον ἀκούειν βουλομένοις ὑμῖν ᾖ, τοῦτο πρῶτον, εἶθ᾽ ἕτερον, καὶ τἄλλα τὸν αὐτὸν τρόπον, ἕως ἂν ἀκούειν βούλησθε. ἔστι δὲ ταῦτα παντοδαπά, καὶ ὕβρεις πολλαὶ καὶ περὶ τοὺς οἰκείους κακουργήματα καὶ περὶ τοὺς θεοὺς ἀσεβήματα, καὶ τόπος οὐδείς ἐστιν ἐν ᾧ τοῦτον οὐ θανάτου πεποιηκότ᾽ ἄξια πόλλ᾽ εὑρήσετε. ΥΠΟΜΝΗΜΑΤΑ ΤΩΝ ΜΕΙΔΙΟΥ ΑΔΙΚΗΜΑΤΩΝ. [131] Ὅσα μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τὸν ἀεὶ προστυχόντ᾽ αὐτῷ πεποίηκεν, ταῦτ᾽ ἐστίν. καὶ παραλέλοιφ᾽ ἕτερα· οὐ γὰρ ἂν δύναιτ᾽ οὐδεὶς εἰσάπαξ εἰπεῖν ἃ πολὺν χρόνον οὗτος ὑβρίζων συνεχῶς ἅπαντα τὸν βίον εἴργασται. ἄξιον δ᾽ ἰδεῖν ἐφ᾽ ὅσον φρονήματος ἤδη προελήλυθε τῷ τούτων δίκην μηδενὸς δεδωκέναι. οὐ γὰρ ἡγεῖθ᾽, ὡς ἐμοὶ δοκεῖ, λαμπρὸν οὐδὲ νεανικὸν οὐδ᾽ ἄξιον ἑαυτοῦ ὅ τι ἄν τις πρὸς ἕν᾽ εἷς διαπράττηται, ἀλλ᾽ εἰ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος προπηλακιεῖ καὶ πολλοὺς ἁθρόους ὑμῶν ἅμ᾽ ἐλᾷ, ἀβίωτον ᾤετ᾽ ἔσεσθαι τὸν βίον αὑτῷ. [132] καὶ τὰ μὲν ἄλλα σιωπῶ, μυρί᾽ εἰπεῖν ἔχων, περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων εἰς Ἄργουραν ἴστε δήπου πάντες οἷ᾽ ἐδημηγόρησε παρ᾽ ὑμῖν, ὅθ᾽ ἧκεν ἐκ Χαλκίδος, κατηγορῶν καὶ φάσκων ὄνειδος ἐξελθεῖν τὴν στρατιὰν ταύτην τῇ πόλει· καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ περὶ τούτων, τῷ νῦν, ὡς ἐγὼ πυνθάνομαι, μέλλοντι βοηθεῖν αὐτῷ, μέμνησθε. τὸν δὴ τοσούτοις ἁθρόοις τῶν πολιτῶν ἔχθραν ἐπ᾽ οὐδενὶ τηλικαύτην ἀράμενον πόσῃ πονηρίᾳ καὶ θρασύτητι ταῦτα χρὴ νομίζειν πράττειν; [133] καίτοι πότερ᾽ εἰσὶν ὄνειδος, ὦ Μειδία, τῇ πόλει οἱ διαβάντες ἐν τάξει καὶ τὴν σκευὴν ἔχοντες ἣν προσῆκε τοὺς ἐπὶ τοὺς πολεμίους ἐξιόντας καὶ συμβαλουμένους τοῖς συμμάχοις, ἢ σὺ ὁ μηδὲ λαχεῖν εὐχόμενος τῶν ἐξιόντων ὅτ᾽ ἐκληροῦ, τὸν θώρακα δ᾽ οὐδεπώποτ᾽ ἐνδύς, ἐπ᾽ ἀστράβης δ᾽ ὀχούμενος ἀργυρᾶς τῆς ἐξ Εὐβοίας, χλανίδας δὲ καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνονθ᾽ οἱ πεντηκοστολόγοι; ταῦτα γὰρ εἰς τοὺς ὁπλίτας ἡμᾶς ἀπηγγέλλετο· οὐ γὰρ εἰς ταὐτὸν ἡμεῖς τούτοις διέβημεν. [134] εἶτα, εἴ σ᾽ ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων ἤ τις ἄλλος, πάντας ἤλαυνες; εἰ μὲν γὰρ ἐποίεις ταῦτ᾽, ὦ Μειδία, ἃ σέ φασιν οἱ συνιππεῖς καὶ κατηγόρεις ὡς λέγοιεν περὶ σοῦ, δικαίως κακῶς ἤκουες· καὶ γὰρ ἐκείνους καὶ τουτουσὶ καὶ ὅλην τὴν πόλιν ἠδίκεις καὶ κατῄσχυνες. εἰ δὲ μὴ ποιοῦντός σου κατεσκεύαζόν τινες καταψευδόμενοί σου, οἱ δὲ λοιποὶ τῶν στρατιωτῶν οὐκ ἐκείνοις ἐπετίμων, ἀλλὰ σοὶ ἐπέχαιρον, δῆλον ὅτι ἐκ τῶν ἄλλων ὧν ἔζης ἄξιος αὐτοῖς ἐδόκεις εἶναι τοῦ τοιαῦτ᾽ ἀκούειν· σαυτὸν οὖν μετριώτερον ἐχρῆν παρέχειν, οὐκ ἐκείνους διαβάλλειν. [135] σὺ δ᾽ ἀπειλεῖς πᾶσιν, ἐλαύνεις πάντας· τοὺς ἄλλους ἀξιοῖς ὅ τι σὺ βούλει σκοπεῖν, οὐκ αὐτὸς σκοπεῖς ὅ τι μὴ λυπήσεις τοὺς ἄλλους ποιῶν. καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ἔμοιγε δοκοῦν ὕβρεως εἶναι σημεῖον· τοσούτων ἀνθρώπων, ὦ μιαρὰ κεφαλή, σὺ παρελθὼν ἁθρόων κατηγόρεις, ὃ τίς οὐκ ἂν ἔφριξε ποιῆσαι τῶν ἄλλων;
|