ΧΟ. ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
ἔπαθες, εἰργάσω
τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,
αἰαῖ τόλμας,
βιαίως θανοῦσ᾽ ἀνοσίωι τε συμ-
815 φορᾶι, σᾶς χερὸς πάλαισμα μελέας.
τίς ἄρα σάν, τάλαιν᾽, ἀμαυροῖ ζόαν;
ΘΗ. ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ τάλας, [στρ.]
τὰ μάκιστ᾽ ἐμῶν κακῶν. ὦ τύχα,
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
820 κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·
κατακονὰ μὲν οὖν ἀβίοτος βίου.
κακῶν δ᾽, ὦ τάλας, πέλαγος εἰσορῶ
τοσοῦτον ὥστε μήποτ᾽ ἐκνεῦσαι πάλιν
μηδ᾽ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
826 τίνι λόγωι, τάλας, τίνι τύχαν σέθεν
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
πήδημ᾽ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
830 αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
τύχαν δαιμόνων ἀμπλακίαισι τῶν
πάροιθέν τινος.
ΧΟ. οὐ σοὶ τάδ᾽, ὦναξ, ἦλθε δὴ μόνωι κακά,
835 πολλῶν μετ᾽ ἄλλων δ᾽ ὤλεσας κεδνὸν λέχος.
ΘΗ. τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας [ἀντ.]
μετοικεῖν σκότωι θανών, ὦ τλάμων,
τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
840 †τίνος κλύω† πόθεν θανάσιμος τύχα,
γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;
εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
στέγει τυραννὸν δῶμα προσπόλων ἐμῶν;
ὤμοι μοι ‹ . . . › σέθεν,
845 μέλεος, οἷον εἶδον ἄλγος δόμων,
οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ᾽ ἀπωλόμην·
ἔρημος οἶκος, καὶ τέκν᾽ ὀρφανεύεται.
‹αἰαῖ αἰαῖ,› ἔλιπες ἔλιπες, ὦ φίλα
γυναικῶν ἀρίστα θ᾽ ὁπόσας ὁρᾶι
850 φέγγος θ᾽ ἁλίοιο καὶ νυκτὸς ἀ-
στερωπὸν σέλας.
ΧΟ. ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος·
δάκρυσί μου βλέφαρα καταχυθέντα τέγ-
γεται σᾶι τύχαι.
855 τὸ δ᾽ ἐπὶ τῶιδε πῆμα φρίσσω πάλαι.
|