ΑΛ. τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
710λιπεῖν μ᾽ ἔρημον σὺν ‹τέκνου› τέκνοις ἐμοῖς;
ΙΟ. ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν.
ΑΛ. τί δ᾽; ἢν θάνηις σύ, πῶς ἐγὼ σωθήσομαι;
ΙΟ. παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
ΑΛ. ἢν δ᾽ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχηι;
715ΙΟ. οἵδ᾽ οὐ προδώσουσίν σε, μὴ τρέσηις, ξένοι.
ΑΛ. τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ᾽ ἔχω.
ΙΟ. καὶ Ζηνὶ τῶν σῶν, οἶδ᾽ ἐγώ, μέλει πόνων.
ΑΛ. φεῦ·
Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
εἰ δ᾽ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
720ΘΕ. ὅπλων μὲν ἤδη τήνδ᾽ ὁρᾶις παντευχίαν,
φθάνοις δ᾽ ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας·
ὡς ἐγγὺς ἁγὼν καὶ μάλιστ᾽ Ἄρης στυγεῖ
μέλλοντας· εἰ δὲ τευχέων φοβῆι βάρος,
νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
725κόσμωι πυκάζου τῶιδ᾽· ἐγὼ δ᾽ οἴσω τέως.
ΙΟ. καλῶς ἔλεξας· ἀλλ᾽ ἐμοὶ πρόχειρ᾽ ἔχων
τεύχη κόμιζε, χειρὶ δ᾽ ἔνθες ὀξύην,
λαιόν τ᾽ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.
ΘΕ. ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
730ΙΟ. ὄρνιθος οὕνεκ᾽ ἀσφαλῶς πορευτέον.
ΘΕ. εἴθ᾽ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.
ΙΟ. ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.
ΘΕ. σύ τοι βραδύνεις, οὐκ ἐγώ, δοκῶν τι δρᾶν.
ΙΟ. οὔκουν ὁρᾶις μου κῶλον ὡς ἐπείγεται;
735ΘΕ. ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.
ΙΟ. οὐ ταῦτα λέξεις ἡνίκ᾽ ἂν λεύσσηις μ᾽ ἐκεῖ ...
ΘΕ. τί δρῶντα; βουλοίμην δ᾽ ἂν εὐτυχοῦντά γε.
ΙΟ. δι᾽ ἀσπίδος θείνοντα πολεμίων τινά.
ΘΕ. εἰ δή ποθ᾽ ἥξομέν γε· τοῦτο γὰρ φόβος.
ΙΟ. φεῦ·
740εἴθ᾽, ὦ βραχίων, οἷον ἡβήσαντά σε
μεμνήμεθ᾽ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως
θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
745ἔστιν δ᾽ ἐν ὄλβωι καὶ τόδ᾽ οὐκ ὀρθῶς ἔχον,
εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ
τὸν εὐτυχοῦντα πάντ᾽ ἐπίστασθαι καλῶς.
|