Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΔΗΜΟΣΘΕΝΗΣ
Κατὰ Φιλίππου δ΄ (10) (7-10)
[7] Τοῦ χάριν δὴ ταῦτα λέγω καὶ διεξέρχομαι; οὐ γὰρ ἀπεχθάνεσθαι μὰ τὸν Δία καὶ πάντας θεοὺς προαιροῦμαι. ἵν᾽ ὑμῶν ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο γνῷ καὶ εἰδῇ, ὅτι ἡ καθ᾽ ἡμέραν ῥᾳστώνη καὶ ῥᾳθυμία, ὥσπερ τοῖς ἰδίοις βίοις, οὕτω καὶ ταῖς πόλεσιν οὐκ ἐφ᾽ ἑκάστου τῶν ἀμελουμένων ποιεῖ τὴν αἴσθησιν εὐθέως, ἀλλ᾽ ἐπὶ τῷ κεφαλαίῳ τῶν πραγμάτων ἀπαντᾷ. [8] ὁρᾶτε Σέρριον καὶ Δορίσκον· ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη μετὰ τὴν εἰρήνην, ἃ πολλοῖς ὑμῶν οὐδὲ γνώριμ᾽ ἐστὶν ἴσως. ταῦτα μέντοι τότ᾽ ἐαθέντα καὶ παροφθέντ᾽ ἀπώλεσε Θρᾴκην καὶ Κερσοβλέπτην, σύμμαχον ὄνθ᾽ ὑμῶν. πάλιν ταῦτ᾽ ἀμελούμεν᾽ ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα παρ᾽ ὑμῶν κατέσκαπτε Πορθμόν, καὶ τυραννίδ᾽ ἀπαντικρὺ τῆς Ἀττικῆς ἐπετείχισεν ὑμῖν ἐν τῇ Εὐβοίᾳ. [9] ταύτης ὀλιγωρουμένης, Μέγαρ᾽ ἑάλω παρὰ μικρόν. οὐδὲν ἐφροντίσατ᾽ οὐδ᾽ ἐπεστράφητ᾽ οὐδὲν τούτων, οὐδ᾽ ἐνεδείξασθε τοῦθ᾽ ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ· Ἀντρῶνας ἐπρίατο καὶ μετ᾽ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ πράγματ᾽ εἰλήφει. [10] πολλὰ δὲ καὶ παραλείπω, Φεράς, τὴν ἐπ᾽ Ἀμβρακίαν ὁδόν, τὰς ἐν Ἤλιδι σφαγάς, ἄλλα μυρία· οὐ γὰρ ἵν᾽ ἐξαριθμήσωμαι τοὺς βεβιασμένους καὶ τοὺς ἠδικημένους ὑπὸ Φιλίππου, ταῦτα διεξῆλθον, ἀλλ᾽ ἵνα τοῦθ᾽ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν, τὰ δ᾽ ὑφ᾽ αὑτῷ ποιούμενος Φίλιππος, εἰ μή τις αὐτὸν κωλύσει. |
ΔΙΗΓΗΣΗ (§§ 7-10) |